De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀλλήλους, καὶ ὁ μὲν βασιλεὺς ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ὁ δὲ πατριάρχης, ὅπου βούλεται. 1.106 ΚΗʹ (ΙΘʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ παραμονῇ τοῦ Ἁγίου Ἠλιοῦ, καὶ τῇ αὐτῇ ἑορτῇ. ∆είλης, περὶ ὥραν ἑβδόμην, προέρχεται ἡ σύγκλητος ἀπὸ σκαραμαγγίων εἰς τὸν Ἱππόδρομον, καὶ ἀνοίγοντος τοῦ παπία, εἰσέρχεται ἡ σύγκλητος διὰ τῶν Σκύλων καὶ τοῦ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσιακοῦ εἰς τὸν Χρυσοτρίκλινον, κἀκεῖθεν διέρχεται, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου. Ὁ δὲ παπίας ἵσταται εἰς τὰς ἀνατολικάς, εἰς τὸ πορφυροῦν μάρμαρον, μετὰ διαιταρίων βασταζόντων τὰ βασιλικά, καὶ τῆς συγκλήτου διερχομένης ἐκεῖσε, δίδωσιν ὁ παπίας ἑνὶ ἑκάστῳ ἀνὰ βασιλικοῦ. Καὶ δὴ τῆς συγκλήτου εἰσερχομένης ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου, ἀπάρχεται ἡ ἀκολουθία τοῦ λυχνικοῦ, καὶ ταύτης τελουμένης, περὶ τὴν ἀπόλυσιν λέγεται ἀπολυτίκιν πρὸς τό "Συνταφέντες σοι," ὅπερ ἐποίησε Λέων ὁ σοφώτατος καὶ ἀγαθὸς βασιλεύς· Ἀντιφώνως δὲ τούτου ψαλλομένου ὑπό τε τοῦ κουβουκλείου καὶ τοῦ βασιλικοῦ κλήρου, μετὰ τὴν ἀπόλυσιν τῆς τοιαύτης ψαλμῳδίας ἐπιδίδοται τοῖς τε μαγίστροις, πραιποσίτοις, ἀνθυπάτοις, πατρικίοις τε καὶ ὀφφικιαλίοις 1.107 παρὰ τοῦ βασιλέως ἀνὰ ἑνὸς ἀργυροῦ μικροῦ σταυροῦ, μηνύεται δὲ ὁ πατριάρχης, ἵνα ἐλθὼν ἐπὶ τὴν αὔριον ἐπιτελέσῃ τὴν θείαν λειτουργίαν. Τῇ δὲ ἕωθεν ἀλλάσσει πᾶσα ἡ σύγκλητος ἀπὸ λευκῶν χλανιδίων· οἱ δὲ δεσπόται ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια, καὶ περὶ ὥραν δευτέραν κελεύουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ εἰσελθόντων, ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι καθέζονται, ὁ μὲν μέγας βασιλεὺς ἐπὶ τοῦ θρόνου, οἱ δὲ μικροὶ ἔνθεν κἀκεῖθεν ἐν χρυσοῖς σελλίοις. Τοῦ δὲ κουβουκλείου εἰσελθόντος κατὰ τὸν τύπον τῆς βαϊοφόρου, καὶ εἰς τὴν οἰκείαν τάξιν στάντος, ἤγουν δεξιὰ καὶ ἀριστερά, ὅ τε τοῦ σακελλίου καὶ οἱ ξενοδόχοι καὶ γηροκομικοί, προσάγοντες τῷ βασιλεῖ τοὺς κατὰ τύπον χρυσοστοιβάστους σταυρούς. Καὶ εἶθ' οὕτως εἰσάγεται στοιχηδὸν πᾶσα ἡ τάξις τῶν τε μαγίστρων, ἀνθυπάτων, πατρικίων καὶ ὀφφικιαλίων καὶ ἄλλων, ὧν ἂν κελεύσωσιν οἱ δεσπόται, καὶ ἐπιδίδωσιν ὁ βασιλεὺς ἑνὶ ἑκάστῳ τούτων ἀνὰ ἑνὸς σταυροῦ. Καὶ γίνεται μεταστάσιμον, καὶ κατέρχονται πάντες ἐν τῷ νάρθηκι τῆς Μεγάλης Νέας Ἐκκλησίας, οἱ δὲ δεσπόται ἀνιστάμενοι ἐκδέχονται τὸν πατριάρχην. Οἱ οὖν πραιπόσιτοι μετὰ ὀλίγων τοῦ κουβουκλείου ἅμα τοῦ παπίου καὶ τοῦ ἑταιρειάρχου ἀπέρχονται καὶ εἰσάγουσι τὸν πατριάρχην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερχομένου διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, ἔρχεται καὶ κάθηται ἐν τῇ καμάρᾳ τοῦ Χρυστρικλίνου τῇ οὔσῃ πρὸς τὸ Πάνθεον, οἱ δὲ πραιπόσιτοι εἰσερχόμενοι ἀναγγέλλουσι τοῖς δεσπόταις τὴν 1.108 τοῦ πατριάρχου ἄφιξιν, καὶ κελεύουσιν οἱ δεσπόται εἰσαχθῆναι τὸν πατριάρχην. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι εἰσάγουσιν αὐτόν, καὶ δὴ τοῦτον οἱ δεσπόται κατὰ τὸ εἰωθὸς ἀσπαζόμενοι, εἰσέρχονται μετ' αὐτοῦ μυστικῶς διὰ τοῦ μάκρωνος τοῦ κοιτῶνος εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, κἀκεῖθεν ἀπέρχονται ἐν τῷ εὐκτηρίῳ τοῦ Ἁγίου Ἠλιοῦ, καὶ οἱ μὲν δεσπόται ἵστανται ἐν τῷ νάρθηκι, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ ψάλται τὸ τροπάριον. Ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσιαστηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται εἰς τὰς βασιλικὰς πύλας τοῦ αὐτοῦ εὐκτηρίου, δηλονότι καὶ τοῦ ὑποδιακόνου βαστάζοντος τὸν λιτανικὸν σταυρόν. Οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τοῦ πραιποσίτου κηρούς, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ καὶ ἀσπάζονται τὸ Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διακόνου. Καὶ παρακρατούμενος ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας, καὶ διερχομένου αὐτοῦ μέσον τοῦ ναοῦ τοῦ Φάρου, καὶ ἐξιόντος τὴν πύλην τὴν ἐξάγουσαν ἐπὶ τὸν ἡλιακόν, λαμβάνουσιν οἱ δεσπόται παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια καὶ διέρχονται λιτανεύοντες διὰ μέσου τοῦ ἡλιακοῦ καὶ τοῦ στενωποῦ τοῦ μονοθύρου, κατέρχονται τὸ καταβάσιον τοῦ Βουκολέοντος, καὶ ἐκνεύοντες δεξιᾷ, κατέρχονται πρὸς τὸν νάρθηκα τῆς Νέας Μεγάλης Ἐκκλησίας (ἐκεῖσε γὰρ ἵστανται ἅπαντες οἱ τῆς συγκλήτου), καὶ γίνεται ἡ εἰωθυῖα ἐκκλησιαστικὴ ἀκολουθία τῆς εἰσόδου. Τῶν δὲ δεσποτῶν, κατὰ τὸ εἰωθός, εἰσιόντων μετὰ τοῦ πατριάρχου εἰς τὸ θυσιαστήριον τοῦ εὐκτηρίου τοῦ Ἁγίου Ἠλιοῦ τῆς αὐτῆς Νέας Ἐκκλησίας,ὁ μὲν πατριάρχης προεισέρχεται, οἱ δὲ δεσπόται, ἱστάμενοι