280 Mt 25, 1-13 Παρθένοις παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, "ἵνα ᾖ ἁγία καὶ σώματι καὶ τῷ πνεύματι". ἐπειδὴ δὲ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχὰς ὡς ἑκάστου καιροῦ ἔχοντος σοφοὺς καὶ εὐήθεις, δικαίους καὶ ἀδίκους. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμ πάσι, δείκυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ τοῦ θεοῦ φυ σικοῖς τε καὶ ἐμφύτοις νόμοις, ἀλλὰ μὴν καὶ τοῖς διὰ Μωσέως γραπτοῖς νόμοις. καὶ πάντες ἐξῆλθον εἰς συν άντησιν τῷ νυμφίῳ ἀντὶ τοῦ πάν τες προέθεντο ἀρέσαι τῷ θεῷ καὶ συναφθῆναι πνευματικῶς τῷ νυμ φίῳ τῷ ἐνσπείροντι ἐν ταῖς καρδίαις τῶν πιστῶν πᾶν εἶδος ἀρετῆς, διὸ καὶ νυμφίος καλεῖται. πλὴν ἀδια κρίτως τινὲς καίπερ ἔχοντες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπι εικῶς ζῆσαι, ὅπερ ἐποίησαν αἱ συνεταὶ ψυχαί, δι' ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦντες ἐκλάμπειν τὴν ἔσωθεν δοθεῖσαν αὐτοῖς ἐκ θεοῦ φωτιστικὴν χάριν καὶ ὠφελοῦντες καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον νοητέον τὴν φιλερ γίαν τὴν ἀγαθήν, ὃ οὐκ ἔχουσιν οἱ ἀργοί, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέ στερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ παρεικάζει καὶ νυσταγμὸν ἀποκαλεῖ τὸν τῆς σαρ κὸς θάνατον, ὃς ἐξ ἀνάγκης προ επέρχεται φρονίμοις τε καὶ ἀσυ νέτοις, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέ λων σάλπιγξ κατὰ τὸν τῆς παρου σίας τοῦ Χριστοῦ καιρόν· πάντες γὰρ ἀνίστανται καταργηθέντος τοῦ θανάτου, καλοί τε καὶ κακοί, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν τοῦ κριτοῦ, ὅπερ ἐστὶν διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύ λων μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατα σβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται λεγόντων ἐκείνων μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· μόλις γὰρ ἀρκέσει πρὸς σω τηρίαν ψυχῆς ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. ἀλλὰ πορεύεσθε πρὸς τοὺς πωλοῦντας, οἵτινές εἰσιν προφῆται, ἀπόστολοι, εὐαγγελισταί, δι' ὧν τις μανθάνει τὴν ἀρετὴν ἐργάζεσθαι, καὶ ὀρθοὶ διδάσκαλοι τῶν ὀρθῶν δογμάτων. τῶν δὲ ἑτοί μως ἀπελθόντων οὐκ εἴασεν ὁ και ρὸς τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας. Ἐπειδὴ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς πέντε διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ μωρὰς ψυχάς. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς λαμ πάσι, δείκνυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ θεοῦ τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ. πλήν τινες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπι εικῶς ζῆσαι, τινὲς δὲ δι' ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦσιν ἐκλάμπειν τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς φωτιστι κὴν χάριν καὶ ὠφελοῦσιν καὶ ἑαυ τοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. ἔλαιον δὲ νοητέον τὴν ἀγαθὴν φιλεργίαν, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέ στερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ καὶ νυσταγμῷ παρεικάζει τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης πᾶσιν ἔπεισιν, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ καταργηθέντος τοῦ θανάτου, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύ λων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται· μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. οἱ δὲ πωλοῦντές εἰσιν οἱ τῶν ὀρθῶν δογμάτων διδάσκαλοι, δι' ὧν τις μανθάνει τὴν ἀρετήν. ὠνήσασθαι δὲ ἤτοι διδαχθῆναι ὁ καιρὸς οὐκ εἴασεν τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργα σίας·