βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μου πρὸς τὸν Θεόν." Εἰκότως οὖν ἔφη· "Καὶ ἦν ἄνθρωπος ἐκεῖνος θεοσεβὴς, ἄμεμ πτος," καὶ τὰ ἑξῆς. Οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον τοῦ ἀνθρώπου δηλοῦντές 77 φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν· ἡ δὲ θεία Γραφὴ οὐχ οὕ τως, ἀλλ'· Ἄνθρωπός ἐστιν "ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγμα τος"ὡς ὅ γε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος, ἀλλὰ κτῆνος. Ἐὰν γὰρ ἔχῃ τὸν χα ρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσετε παρὰ τοῦ προφήτου· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." Ὥσπερ τοίνυν ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ υἱὸν ἢ οἰκέτην ἀποστέλλῃ ἐπί τινα πρᾶ ξιν. παρακελεύεται λέγων· "ὡς ἄνθρωπος πρᾶξαι τὰ τῆς πράξεως," καὶ τὸ κοινὸν ὄνομα ἰδιοποιεῖται· οὕτως, εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἀλη θὴς ἐκεῖνός ἐστιν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρω τότυπον ̣15ạ κάλλος μὴ ἀφανίζων. Εἶπεν οὖν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς φύσεως τὴν πρόθεσιν ἐπαι νέσῃς· εἶτα δὲ αὐτὸν καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τῇ ἀσεβείᾳ τὸν καρπὸν 110.157 ἀνυμνήσῃς, ὃν ὁ ἀρχέκακος ὁρῶν καὶ φθόνῳ βαλλό μενος, αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς καὶ μάθῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ θεοσεβοῦς ὄντως Χριστιανοῦ καὶ φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ γέ νηται ἄνωθεν ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν, Ὅταν γὰρ ἐπάγει ὁ Θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων, τότε παραδιδοῖ αὐτὸν τῷ πονηρῷ· οὐ γὰρ ἠδυνήθη πολεμῆσαι ἕως ἐπετράπη· καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἤκουσας. Οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις· "Πάντες γὰρ, φησὶ, λειτουργικὰ πνεύ ματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν," οἱ δὲ πονηροὶ δαίμονες εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίας· "Ἐξαπέστειλας γὰρ, φησὶν, εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολῇ δι' ἀγγέλων πονηρῶν." Οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας 78 καὶ κελεύον ται πρᾶξαι ὡς οἱ δήμιοι τὰ προσταττόμενα παρὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων. Καὶ δηλοῖ Παῦλος περί τινων λέγων· "Οὓς καὶ παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημῆσαι·" ἵνα γὰρ μὴ νομισθῶ σιν οἱ δαίμονες, ὅτι πάντα κατ' αὐθεντίαν πράττου σιν, κελεύονται ἄκοντες ποιεῖν τὰ προσταττόμενα. Καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ Θεὸς διακόνους ἀγγέλους ἁγίους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν· καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς ἀπεφήνατο λέγων· "Τίς πο ρεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται;" ἀπεκρίθη πνεῦμα πονηρόν· "Ἰδοὺ ἐγὼ," πάντως γινῶσκον, ὅτι εἰς τοῦτο τέτακται. Καὶ ἀποστέλλον ται μὲν ἰδικῶς εἰσπράξασθαι τιμωρίαν ἐπὶ τῶν πο νηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται· οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τὸ ἀπρεπὲς πρᾶγμα ἀγγέλῳ θείῳδιὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμο νες ἀποστέλλονται· "Ἀνήχθη" γὰρ, φησὶν, ὁ πάντων ∆εσπότης ἀπὸ τοῦ Ἰορδάνου "εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου." Εἰ τοίνυν τὸν τοῦ παντὸς Κύριον ὁ διάβολος ἐπείρασε, τί θαυμάζεις, εἰ καὶ ἐπὶ τοὺς δικαίους εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ Θεοῦ κε λεύοντος αὐτὸν, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ, ὡς ὅταν λέγῃ, "Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός."
Ιςʹ. Περὶ τοῦ Ἰακώβ. Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ, καὶ μετὰ τοῦτο ἔζησε ̣13b ρκʹ ἔτη, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ρπʹ ἔτη. ̣2 ̣ Ἰακὼβ δὲ, γενόμενος ἐτῶν πεʹ, ἐγέννησε τὸν Λευῒ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ξθʹ, καὶ ἀπέθανεν εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη 110.160 ιζʹ, ζήσας τὰ πάντα ἔτη ρμζʹ. ̣3 ̣ Ὃς, ὑπάρχων