ἄρτων «ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς» καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζε ται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. Καὶ ἐκεῖ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλίων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ' ἑαυτοῦ περὶ τῶν τετρακισχιλίων λέγει. Κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἡμέραν αὐτῷ συνδιατρίψαντες, οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. Κἀκεῖ μὲν «πέντε ἄρτους καὶ δύο ἰχθύας» φασὶν οἱ μαθηταὶ ἔχειν μόνους οὐ πυθομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ὀλίγων ἰχθυδίων. Κἀκεῖ μὲν κελεύει «τοὺς ὄχλους ἀνακλιθῆναι» οὐκ ἀναπεσεῖν «ἐπὶ τοῦ χόρτου»· καὶ γὰρ ὁ Λουκᾶς «κατακλίνατε αὐτοὺς» ἀνέγραψε καὶ ὁ Μᾶρκος «ἐπέταξε» φησὶν «αὐτοῖς πάντας ἀνα κλῖναι», ἐνθάδε δὲ οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. Πάλιν ἐκεῖ μὲν <ταῖς> αὐταῖς λέξεσιν οἱ τρεῖς εὐαγγελισταί φασιν ὅτι «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν», ἐνθάδε δέ, ὡς ὁ Ματθαῖος καὶ Μᾶρκος ἀνέγραψαν, εὐχαρισ τήσας ὁ Ἰησοῦς ἔκλασε. Κἀκεῖ μὲν «ἐπὶ τοῦ χόρτου» ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ τὴν γῆν ἀναπίπτουσι. Ζητήσεις δὲ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον, ὃς ἐπ' ἐκείνης μὲν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν ὁ Ἰησοῦς· «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν» καὶ ὅτι «εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις» ἀπὸ τῶν ἄρτων, ταύτης δὲ οὐδὲ τὴν ἀρχὴν ἐμνημόνευσε. Προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ' ἐκείνους· διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται, ἐκεῖνοι δὲ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας, ἐκεῖνοι δὲ μίαν, ἧς ἐν τῇ ἑσπέρᾳ ἐτράφησαν. Ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ' ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐπὶ τῷ εὐεργετῆσαι θρέψαντος αὐτούς ***. Εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ' ὧν «ἐπερίσσευσαν» οἱ δώδεκα κόφινοι, οὐδὲν δὲ τοιοῦτον περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; Κἀκείνων μὲν «τοὺς ἀρρώστους ἐθεράπευσεν», ἐνταῦθα δὲ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς· διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δὲ τοῖς ἀρρώστοις οὐδὲν τοιοῦτον λέλεκται. Κρείττους δέ εἰσιν, οἶμαι, οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντας ἀπὸ τῶν δύο· τάχα δὲ καὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν παρὰ τοὺς ἀνακλιθέντας «ἐπὶ τοῦ χόρτου». Καὶ ἐκεῖνοι μὲν ἀπὸ ὀλιγωτέρων ἄρτων «δώδεκα κοφίνους» καταλείπουσιν, οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας, τῷ χωρητικώτεροι εἶναι μειζόνων. Καὶ τάχα οὗτοι μὲν ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ' αὐτῶν, οἱ δ' «ἐπὶ τοῦ χόρτου» ἐπὶ μόνης τῆς σαρκὸς αὐτῶν· «πᾶσα» γὰρ «σὰρξ χόρτος». Πρόσχες καὶ μετὰ ταῦτα ὅτι τούτους ἀπολῦσαι ὁ Ἰησοῦς νήστεις οὐ θέλει, ἵνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. Σημείωσαι δὲ εἴ που ἀναγέγραπται ὁ Ἰησοῦς ἀπολελυκέναι, ἵν' ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ' αὐτοῦ ἀπολυθέντων καὶ τῶν ἄλλως ἀπολυθέντων· παράδειγμα δὲ ἄλλως ἀπολυθέντος τὸ «γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου». Πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ ἀπολύονται ἀπ' αὐτοῦ, οἱ δὲ ὄχλοι φαγόντες ἀπολύονται. Καθὰ πάλιν οἱ μαθηταὶ μηδὲν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν· «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν», ὁ δὲ σωτὴρ οὐδαμῶς αὐτὴν ἀπολύων φαίνεται· εἰπὼν γὰρ