37
κοσμοκράτορες, ὑφ' ὧν θνήσκει ψυχὴ, Θεοῦ μηκέτι κωλύοντος· ὡς ἐπὶ τῶν δικαίων παρεμβάλλει ἄγγελος Κυρίου κλωτῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς. Τοῦτο δὲ τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης ἀπὸ τοῦ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Τὰ δὲ ἑξῆς μετὰ τελευτήν ἐστιν Ὀζίου ἐπὶ Ἰωαθὰμ, ὃς αὐτὸν διεδέξατο. ΚΕΦΑΛ. ʹ. αεʹ. 9Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ9, κ.τ.λ. Τὸν Κύριον, ὃν ἐν τοῖς φθάσασι πολλάκις Σαβαὼθ ἀνεκήρυξεν, αὐτοψίᾳ παρείληφεν. Ἦν δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὃς ὑποκαταβαίνων ἔσθ' ὅτε τοῦ ἰδίου μεγέθους, ὁρατὸν ἀνθρώποις ἑαυτὸν ἀπεργάζεται. Ὤφθη πολλάκις τῷ Ἀβραὰμ, καθά φησιν ἡ Γραφὴ, καὶ ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ δρῦν γενέσθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι, καὶ κοινωνῆσαι τραπέζης. Καὶ Ἰσαὰκ δὲ ὤφθη, καὶ Ἰακὼβ πολλάκις· καὶ παλαίοντα τοῦτον εἶδεν ὡς ἄνθρωπον. Ἤτει δὲ καὶ Μωϋσῆς γνωστῶς ἰδεῖν τὸν Θεὸν, ἀλλ' ἀκήκοεν· "Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου. Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται." Ἡ γὰρ θεότης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μένει τοῖς πᾶσιν ἀθέατος. Καὶ Ἰεζεκιὴλ δὲ τὴν τούτου δόξαν δι' αἰνιγμάτων ἑώρακεν. Τούτου δὲ καὶ ὁ παρὼν προφήτης ἠξίωται, καὶ μάρτυς ὁ Ἰωάννης. Εἰπὼν γὰρ, ὅτι εἶπεν Ἡσαΐας, Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ τὰ λοιπὰ, "Ταῦτα εἶπε, φησὶν, Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ." Νῦν γὰρ Ἡσαΐας τοῦτό φησιν· "Ἀκοὴν ἀκούσετε, καὶ οὐ μὴ συνῆτε," καὶ τὰ ἑξῆς. Ὤστε τὴν Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ὁ προφήτης ἑώρακεν, οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, ἀλλὰ τοὺς ἔνδον πεφωτισμένους ὑπὸ τοῦ θείου Πνεύματος. Συνεργίᾳ γὰρ φωτὸς τοῖς ἔνδον ὁρῶμεν καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς. ∆ι' ὅ φησιν ὁ Σωτήρ· "Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." Οἷος ὢν Ἡσαΐας, Εἶδε τὸν Κύριον Σαβαὼθ, ἀλλ' οὐ ζῶντος Ὀζίου· τοῦ γὰρ οὗτος ἐπὶ τοῖς 1932 διὰ Θεοῦ κατορθώμασιν, ἂ κατώρθωσε θεοσεβὴς τὰ πρῶτα γενόμενος, εἰς ἱερατικὴν ἰέναι λειτουργίαν παρεβιάζετο, μέχρι τῷ μετώπῳ λέπρας ἐπανθησάσης ἐλήλαται. Τοῦ δὲ νόμου κελεύοντος ἐκπέμπεσθαι τῆς παρεμβολῆς τὸν νεκρὸν, ὡς ἀκάθαρτον, ᾤκησεν Ὀζίας ἐν Ἱερουσαλὴμ, τὴν πᾶσαν πόλιν μιαίνων· ὅθεν ὁ ∆εσπότης σεσίγηκεν, οὐ τοὺς προφήτας ἀτιμάζων, ἀναξίους δὲ τῆς αὐτοῦ κρίνων νουθεσίας τοὺς ἀκαθάρτῳ συνοικοῦντας· καὶ γάρ φησι πρὸς Ἰεζεκιήλ· "Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστί." Καὶ νῦν δὲ δι' ἀγανάκτησιν σιωπᾷ, καὶ διὰ ταύτην Ἱεροσόλυμα σέσεισται. ∆εδήλωκε δὲ τὸ τοιοῦτον Ἀμὼς εἰπών· "Λόγοι Ἀμώς." Εἶτα τοὺς βασιλεῖς εἰπὼν, ἐφ' ὧν οἱ λόγοι γεγόνασιν, ἐπήνεγκε· Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Συμπέπαυται τοίνυν καὶ ἡ σιγὴ τετελευτηκότι τῷ βασιλεῖ, βασιλεύσαντος Ἰωαθὰμ, ὃς καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου πεποίηκεν καὶ μαρτύρεται. Εἶδεν οὖν τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ἀλλ' οὐκ ἐν τῷ οἴκῳ τὸν Κύριον ὁ προφήτης ἑώρακεν, ἀλλ' ἐν θρόνῳ· περὶ οὗ πάντως φησὶν ἡ Γραφή· "Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ." Καὶ ὁ Κύριος δέ φησι· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου." Καὶ ἄλλος· "Ὑψοῦ ἦρται ὁ θρόνος αὐτοῦ," ὅτι πάσης ἐστὶν ἐπέκεινα φύσεως ἡ τοῦ Θεοῦ βασιλεία. Τὸ δὲ βέβαιον, καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἱδρυμένον, τῷ καθῆσθαι δεδήλωκεν. Καὶ ὁ ∆αβίδ φησιν· "Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ." Καὶ Ἱερεμίας, "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα." Ἄνω μὲν οὖν ἑώρα τὸν Κύριον, τὸν δὲ οἶκον τὸν ἐπὶ γῆς [φησὶ] πλήρη τῆς δόξης, ὥσπερ φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου Λόγου μαρμαρυγαῖς αὐγαζόμενον. Οὔπω γὰρ δεδυσσεβηκότος Ἰσραὴλ εἰς τὸν ∆εσπότην Χριστὸν, ἐπλήρου τὸν ἐκεῖσε ναὸν ἡ δόξα Κυρίου. Ἀρνησάμενοι δὲ τὴν