De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἔξωθεν τῶν ἁγίων θυρῶν, λαμβάνουσι κηροὺς ἀπὸ τῶν πραιποσίτων, καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Εἶτα εἰσερχόμενοι ἐν τῷ θυσια 1.109 τηρίῳ, ἐν πρώτοις μὲν ἀσπάζονται τὰ ἅγια θύρια, εἶτα τὴν τῆς ἁγίας τραπέζης ἐνδυτὴν καὶ τὴν ἐκεῖσε ἀποκειμένην τοῦ ἁγίου προφήτου μηλωτήν, καὶ τιθέντες ἀποκόμβιον ἐπὶ τῆς ἁγίας τραπέζης, διέρχονται διὰ τῶν βημάτων, ἅπτοντες κηροὺς καθ' ἓν ἕκαστον βῆμα, ἀσπαζόμενοι κατὰ τὸ εἰωθὸς τὰς ἐνδυτάς. Καὶ διερχόμενοι διὰ τοῦ αὐτοῦ γυναικίτου, ἅπτουσι κηροὺς εἰς τὴν εἰκόνα Βασιλείου, τοῦ φιλοχρίστου ∆εσπότου, καὶ εὐθέως ἀποχαιρετίζοντες τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ ἐκεῖσε προσευχαδίῳ, κἀκεῖθεν ἐκβαίνοντες εἰς τὸν πρὸς τὴν θάλασσαν νάρθηκα, ἐν ᾧ καὶ τὰ σελλία ἵστανται καὶ τὸ βῆλον κρέμαται, ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλανίδας, καὶ ἵστανται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν, εἶθ' οὕτως λαμβάνοντες κηροὺς παρὰ τῶν πραιποσίτων, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου. Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς καθέζονται, καὶ εἰσάγει ὁ τῆς τραπέζης μετὰ καὶ τῶν ἀρτοκλινῶν τὸ κλητώριον, καὶ στοιχεῖ αὐτὸ ὁ μέγας βασιλεὺς καὶ εἶθ' οὕτως οἱ δεσπόται διέρχονται μυστικῶς διὰ τοῦ αὐτοῦ νάρθηκος καὶ τοῦ ἐκεῖσε μυστικοῦ ἀναβασίου, καὶ διὰ τοῦ ἀνωτάτου ἡλιακοῦ τοῦ αὐτοῦ νάρθηκος εἰσέρχονται οἱ δεσπόται εἰς τὸ παλάτιον. Ἰστέον ὅτι ταύτῃ τῇ ἑορτῇ μετὰ τῶν ἀλλαξίμων καθέζονται οἱ δεσπόται ἐπὶ τραπέζης. 1.110 ΚΘʹ (Κʹ) Μηνὶ Μαΐῳ αʹ τὰ ἐγκαίνια τῆς Νέας, ὅσα δεῖ παραφυλάττειν
τῇ ἑορτῇ τῶν ἐγκαινίων τῆς Νέας Μεγάλης Ἐκκλησίας. Πρὸ μιᾶς ἡμέρας, κελεύουσιν οἱ δεσπόται τοῖς πραιποσίτοις προελθεῖν ἐπὶ τῇ αὔριον μετὰ ἀλλαξίμων πᾶσαν τὴν σύγκλητον, καὶ τῇ ἕωθεν περὶ ὥραν δευτέραν κελεύουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ δὴ τούτων εἰσελθόντων μετὰ καὶ ὀλίγων τοῦ κουβουκλείου, ἀπέρχονται ἅμα τοῦ παπία καὶ τοῦ ἑταιρειάρχου, καὶ εἰσάγουσι τὸν πατριάρχην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερχομένου διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, ἔρχεται καὶ κάθηται ἐν τῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου τῇ οὔσῃ πρὸς τὸ Πάνθεον· οἱ δὲ πραιπόσιτοι εἰσερχόμενοι ἀναγγέλουσι τοῖς δεσπόταις τὴν τοῦ πατριάρχου ἄφιξιν καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι ἔξωθεν τοῦ βήλου τῆς αὐτῆς καμάρας ἵστανται. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι εἰσάγουσι τὸν πατριάρχην, οἱ δὲ δεσπόται τοῦτον, κατὰ τὸ 1.111 εἰωθός, ἀσπαζόμενοι, καθέζονται μετ' αὐτοῦ ἐν τῷ Χρυσοτρικλίνῳ μικρόν τι, καὶ εὐθέως γίνεται μεταστάσιμον, καὶ οἱ μὲν μάγιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλητικοὶ κατέρχονται ἐν τῷ νάρθηκι τῆς Νέας Μεγάλης Ἐκκλησίας, οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες διέρχονται διὰ τοῦ ὡρολογίου καὶ τοῦ Χρυσοτρικλίνου καὶ τῆς καμάρας τοῦ Πανθέου καὶ τοῦ Φύλακος, καὶ ἐκβαίνοντες τὸ μονόθυρον, ἀπίασιν ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ οἱ μὲν δεσπόται ἀνιστάμενοι εἰσέρχονται μετὰ τοῦ πατριάρχου μυστικῶς διὰ τοῦ μάκρωνος τοῦ κοιτῶνος εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ οἱ δεσπόται ἵστανται ἐν τῷ νάρθηκι, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ ψάλται τὸ τροπάριν· ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσιαστηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται εἰς τὰς βασιλικὰς πύλας, δηλονότι τοῦ ὑποδιακόνου βαστάζοντος τὸν λιτανικὸν σταυρόν, οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηρούς, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἀσπάζονται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διάκονος. Καὶ παρακρατούμενος ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας, καὶ ἐξιόντων τὴν πύλην τὴν ἐξάγουσαν εἰς τὸν ἡλιακόν, λαμβάνουσιν οἱ δεσπόται παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια, καὶ διέρχονται λιτανεύοντες διὰ μέσου τοῦ ἡλιακοῦ καὶ τοῦ στενωποῦ τοῦ μονοθύρου, καὶ κατέρχονται τὸ καταβάσιον τοῦ Βουκολέοντος, καὶ ἐκνεύοντες δεξιᾷ, κατέρχονται πρὸς τὸν νάρθηκα τῆς Νέας Ἐκκλησίας (ἐκεῖσε γὰρ ἵστανται οἱ τῆς συγκλήτου), καὶ γίνεται ἡ ἀκολουθία τῆς εἰσόδου τῶν ἐγκαινίων.