De insidiis
κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελφοκτόνου. Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος τελευτᾷ καὶ ὁ βασιλεύς, καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις
τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυϊ τῆς Βαβυλῶνος ἄρχοντι, καὶ συνεδρίτης ὢν αὐτῷ πρὸ τῶν β
τὰς πάθας, προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφιπίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον.
πάθος, τῶν τινας οἰκετῶν προσποιησαμένη τὸν πατέρα κεκυφότα εἰς πίθον οἴνου ὤσασα ἐπὶ κεφαλῆς ἀπέκτεινεν. 8. Ὅτι Αἴγισθος Ἀγαμέμνονα κτείνας τὸν βασιλ
Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων ἐξ ἐπιβουλῆς σφαγέντι Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμωρήσατο καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται
ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω· καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. ὁ δὲ ἡσθεὶς ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι θέλοι ἀντὶ τούτων. Θύοσος δ' εἶπεν· οὔτι σε
αὐτός, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ,
Γύγης ἐκέλευε τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνεν, καί πως αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει τῆς ὁδοῦ. στενῆς δ'
περὶ τοῦ πολέμου. θεὸς δ' ἔφη ἐκ Φρυγίας αὐτοῖς ἥξειν βοηθούς, οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου κἀκείνους τε καὶ Μιλησίους κακῶν ἀπαλλάξουσ
Κλεωνὰς ἤγαγε μειράκιον ἔτι ὄντα καὶ πολλῶν διαφέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. ἀνὰ δὲ χρόνον ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον ἐχρηστηριάζ
ἐστρατεύσατο πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βουλὴν κατέλεξεν ἀνδρῶν θʹ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΠΟΛΙΤΙΚΩΝ.] 25. Ὅτι
ἐπεστάτει καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. ὁ δὲ αὐτὸν προθύμως δέχεται καὶ οἰνοχοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. οὐ πολλοῦ δὲ χρόνου,
πλοῦτον καὶ δύναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. ταχὺ δὴ τὸν ἄνθρωπον ὁ Κῦρος παραλαμβάνει συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. Ἐκ τούτο
παισὶν οὖσαν. λυπηθεὶς δὲ πάνυ ἐπὶ τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργισθείς, ὥστε μηκέτι προσίεσθαι τὸν Οἱβάραν, αὖθις μετέγνω καὶ προσίετο αὐτὸν συμβο
ὁδοῦ κειμένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασι 30 λέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπ
τραύματα ἔχοντα ἀναπέμπουσιν ἐπὶ βασιλέα. γενναίως δὲ καὶ οἱ Κύρου ἀγωνισάμενοι φεύγουσιν εἰς Πασαργάδας, ἔνθ' αὐτοῖς τέκνα καὶ γύναια ἦν. Ἀστυάγης δ'
καὶ προσεκύνησεν εἶπέ τε ἑτοίμην εἶναι καὶ ἄλλην πολὺ πλείω, ἐὰν κελεύῃ· μετὰ δὲ ὅ τε Παρθυαῖος καὶ Σάκης καὶ Βάκτριος καὶ οἱ ἐφεξῆς ἅπαντες, ὥστε σπο
Ἀπολλωνιάτας δὲ τότε ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν ἀρχὴν ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χάριτας ἐπιδοὺς καὶ εὐδαίμονα τὴν πόλιν
ἀρεστὸς φανεῖσθαι, εἰ τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχωρήσειεν ὁτῳοῦν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυμουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης
ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδῶν ποιήσαιν
τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ' αὐτὰς ἀποδεδόσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κε
λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μέν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος, εἰ γένοιτο ποιητὸς υἱός. τελευταῖον δὲ ἀσπασ
ὁρίσαι, εἰς ἣν συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς
τραύματα ἀπέπνευσε. Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φυγόντων μετ' ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰομένων αὐτίκα κ
Πομπηίου περιπάτῳ. ἦν δ' ὁ τούτους εὐτρεπίζων ∆έκμος Βροῦτος, προφάσεσι μὲν ὡς ἐπ' ἄλλῳ, συναρπάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συν
ἀμφοτέροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαντες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πόνον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σ
μοῖράν τινα τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπὶ τάδε, Κελτούς τε τοὺς γειτνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· το
σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθόμενοι τῇ Ἀντωνίου δυναστείᾳ, οἱ δὲ κατ' εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ' ἐλπίδος ἕνεκα
παραδόξῳ καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη καὶ τίς ἡ διάνοια τἀνθρώπου, παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδῶν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα
οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. ἦσαν δὲ οὗτοι Μάρκος Ἀγρίππας, Λεύκιος Μαικήνας, Κόιντος Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιο
Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. ἐνδύ
καταστῆσαι δυνάμενοι. ταρασσομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεύς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων
καὶ τὴν βασιλείαν κατέλυσεν. 11. Ὅτι ἐπὶ ∆αρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ πολλήν τε τῆς Ἑλλάδος κατ
Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ κατακτείνεται. 20. Ὅτι ∆ημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασι
τούτους τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων ἐκράτο
ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰργασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐτ
Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσα
κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων, πρὶν καταπλεῦσαι μηδὲν μήτε εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. ὡς
ἀγαπητῶς διασώζεται. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολέμων κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγα
ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. οὐ πολλῷ
Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, κ
καὶ τραφεὶς κάκιστα οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. καὶ ἡ πόλις στεφανώμασι καὶ
ἐπιβουλήν. τοῦ δὲ ἐρομένου· ἀποθανοῦμαι δὲ τίνα τρόπον; εἰπεῖν τὸν Ἀπολλώνιον· ὅν γε Ὀδυσσεὺς λέγεται. φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνα
ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυ
καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους, τοῦτο τοῦ Περεννίου κατασκευάζοντος. ποιησάμενός τε γὰρ ἑα
ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται,
τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. ἐπιστάντες δὲ ταῖς θύραις διεγείρ
ἐπεκάλει βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ· καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζε
καταστήσας πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας ἐς τὴν Ῥώμην εἰσήλασεν. 51. Ὅτι Σεβῆρος τῷ υἱῷ Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατενεγύησεν, ὃς
τὴν πόλιν ἀφίκετο. ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν, καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον ἐς τὰ βασί
ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας ἐπιστέλλει Ματερνιανῷ τινι τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ πιστοτάτῳ τε εἶναι δ
γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν. εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσεν, τῇ τε πορφυρᾷ χλανίδι περι
τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα ἐς τὰς ὄχθας ἀπερρίφη τοῦ Θύβρι
ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, καὶ βοῶντες οἱ νεανίαι προσεκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μ
συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας τοῦ ἔ
στρατόν. πυρώσαντες γὰρ ταῦτα ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρ
διατρίψας τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα· αὐτὸς δὲ ἐπανῆλθεν ε
Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας ∆έκιος ἐποίησεν ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχε
σκληρὰν ὀξύτητος εἰληφότες φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν, διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα,
πορφύραν περιέθετο καὶ τὴν Βρεττανίαν καταλαμβάνει. καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων ὄντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐ
κατεστήσατο. ἄρας δὲ τὸν στρατὸν οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον, ἀλλ' ἐπὶ τοὺς βαρβάρους α
ἑαυτὸν ἀπεπνίγη. τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὀνωρίου. ἦσαν οὖν ἐν τῇ Ῥώμῃ
Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαινάν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ ἄρχοντας τῶν στρατοπέδων παραλαβών, ἅμα δὲ καὶ Στελίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μ
Γαινὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. ἦγε δὲ μετ' αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀ
πολεμίων ἀπώλετο. Γαινὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φραυια
ἐκεῖνον ποιήσοιτο ἐκποδῶν. 125 Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκ
στρατευσαμένους καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν τὸν 127 βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕν
ἀποδυσάμενον στολήν. ἔνθα οἱ περὶ τὸν Μαιωρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέλειπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας δ
Μισαὴλ καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι
ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ 133 βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος, εἰς ἐπιβουλὴν Ἰλλοῦ. ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐ
στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐ
Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν Βηρίναν στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε καί, οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα στᾶσαν ἐν βή
βουλόμενος αὐτὸν ὑποκλῖναι ἣν εἶχεν αὐτοῦ ἀδελφὴν τῇ βασιλίδι συνδιαιτωμένην ἀπέπεμπεν ἔτι πολεμοῦντι ἅμα πολλῷ πλούτῳ, ὁπότερον ἐθέλοι διδούς· ἐκ τοῦ
τῆς ὀσφύος διελθούσης τὸ Ὁδοάκρου σῶμα, εἰπεῖν φασιν Θεοδώριχον ὡς· τάχα οὐδὲ ὀστοῦν ἦν τῷ κακῷ τούτῳ. καὶ τὸν μὲν πέμψας ἔξω θάπτει εἰς τὰς συνόδους
γενομένων ἐν Κοτιαείῳ τῷ ἄστει τῆς Φρυγίας, ὑπαντιάσαν αὐτοῖς καὶ τὸ τοῦ βασιλέως στράτευμα *ἀμφὶ τοὺς δισχιλίους. ἡγοῦντο δὲ αὐτῶν στρατηγοὶ βʹ, Ἰωάν
μὲν τῶν ἀδικημάτων τοῦ τῆς Θρᾳκῶν στρατηγοῦ, κυρωθῆναι δὲ καὶ τὴν ὀρθῶς ἔχουσαν τοῦ θείου δόξαν. τῇ δὲ ὑστεραίᾳ τῶν ἐν πρώτοις παρὰ τοῦ βασιλέως εἰσκλ
δὲ τῇ Κωνσταντίνου κατὰ τὴν τῆς ἱππικῆς θέαν τοῦ δήμου πρὸς στάσιν διαναστάντος, τήν τε τῆς δείλης πανήγυριν ὁ βασιλεὺς ἠρνήσατο, καὶ φόνος οὐκ ὀλίγος
τὸ προδοῦναι τὴν αἰχμαλωσίαν γράφει πρὸς τὸν στρατηγὸν Κομεντιόλον κρύφα προδοῦναι τὸν λαὸν τῆς Θρᾴκης εἰς τοὺς βαρβάρους. ἔγνω οὖν ὁ λαὸς τὸν δόλον·
Ἄβυδον εἶναι τὸν Ἡράκλειον ἔφυγεν ἐν τῇ πόλει. ὁ Ἡράκλειοςοὖν εἰς Ἄβυδον πάντας τοὺς ἐξορίστους ἐδέξατο, οὓς ἐξώρισε Φωκᾶς. ἦλθε οὖν Ἡράκλειος εἰς Ἡρά
ἄρασθαι πρὸς τὸν Αἴγισθον. καὶ λαβὼν τὸν Ὀρέστην ἔρχεται *** *** ἔπεισε τὴν ἰδίαν αὐτῶν μητέρα, καὶ ἐδέξατο τὸν Ὀρέστην. καὶ παρακληθεῖσα ἡ Κλυταιμνήσ
αὐτήν, καὶ οὐκ ἐγνώσθη ποῦ ὑπάρχει. ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας. ἡ δὲ ἀκούσασα ταῦτα ἐκέλευσεν αὐτὸν λυθῆναι τῶν δεσμῶν καὶ γράψασα
ἀδελφὴν Ἠλέκτραν τῷ Πυλάδῃ κατέσχε τὴν Μυκηναίων χώραν ἕως θανάτου. 2. Ὅτι Ἰούλιος Καῖσαρ ἀνελθὼν ἀπὸ Ἀντιοχείας εἰς Ῥώμηἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτ
Ἑλλήνων κατασκευασάντων αὐτῷ διὰ πότου δόσεως, ὡς ὄντος τοῦ δόγματος τῶν Ἐπικουρείων τοῦ μετ' αὐτὸν λαμβάνοντος παρὰ τῶν ἱερέων σύνταξιν τῆς βασιλείας
ἐφονεύθη ὑπὸ τοῦ πλήθους τῆς πόλεως. τῆς γὰρ ἅμα αὐτῷ βοηθείας φοβηθείσης τὸ ἄπειρον πλῆθος τῶν πολιτῶν Ῥωμαίων καὶ καταλιπούσης αὐτὸν καὶ φυγούσης συ
οὗ ἔκραξαν οἱ Βυζάντιοι· νεκροῦ φίλος οὐδεὶς εἰ μὴ Ὄστρυς μόνος. ὁ δὲ αὐτὸς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον κ
ἀριθμούς. καὶ ἐξελθὼν εὐθέως ἐτυράννησε καὶ παρέλαβε τὴν Θρᾴκην πᾶσαν, καὶ ἦλθε κατὰ Ζήνωνος βασιλέως ἕως Συκῶν ἀντίπερα Κωνσταντινουπόλεως, κόψας καὶ
καὶ ἀνθρώπων αὐτοῦς ἀπηνέχθη εἰς τὸν οἶκον αὐτοῦ βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο λέγων ἀγνοεῖν τὴν κατὰ τοῦ Ἰλλοῦ κατασκευὴν τοῦ θανάτου· κ
αὐτοῦ ὑπὸ δημίου ἀπεκεφαλίσθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἀνηνέχθησαν τῷ βασιλεῖ Ζήνωνι. καὶ ὡς ἐθεώρει τὸ ἱππικόν, εἰσηνέχθησαν εἰς κοντούς, κἀκεῖθεν ἐπ
τοῦ δήμου ὁ βασιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ' αὐτῶν εἰσελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ ἀνῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξσκουβιτόρων καὶ
διαδήματος. καὶ τοῦτο γνοὺς ὁ δῆμος εἰσῆλθεν εἰς τὸ ἱππικόν, καὶ διὰ προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὰ πλήθη τῆς πόλεως παραγγείλας αὐτοῖς μὴ ὡς ἔτυ
ὑβρίσαντα καὶ λοιδορήσαντα τὴν βασίλισσαν Θεοδώραν, καὶ ἐξώρισεν αὐτὸν ἐν Κυζίκῳ ὀφείλοντα εἰς φυλακὴν βληθῆναι, καὶ βληθεὶς ἐν τῇ φυλακῇ διωρυγὴν ποι
αὐτῇ ἑσπέρᾳ. οἱ δὲ τὴν αὐτὴν σκέψιν τῆς ἐπιβουλῆς μελετήσαντες ἦσαν οὗτοι· Ἀβλάβιος ὁ κατὰ Μελτιάδην ὁ μελιστής, καὶ Μάρκελλος ὁ ἀργυροπράτης ὁ τῶν Κι
τῇ τοποθεσίᾳ τῶν λεγομένων Πιττακίων ἐπιρρίψαντες ἥρπασαν αὐτὸν καὶ εἰσήγαγον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. καὶ ἐγένετο στάσις μεγάλη περὶ τούτου καὶ ἀκαταστ
ἀνεψιὸς αὐτοῦ Καῖσαρ ὁ Αὔγουστος Ὀκταουίου υἱὸς πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας καὶ τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον ἀνεῖλεν. 7. Ὅτι Γάιος πολλὰς
γράμματα ἐκπέμπει πρὸς Γρατιανὸν τὸν βασιλέα προστάξας Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. ἀρξά 180 μενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος καὶ γνοὺς τὴν Οὐάλ
χειρωσάμενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντα ἐξώρισεν ἅμα γυναικὶ καὶ τέκνοις ἐν φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτ
ἐκ τούτου μισηθεὶς Μαυρίκιος ἐλοιδορεῖτο παρὰ πάντων. ἐλθὼν δὲ εἰς μετάμελον ἐξελέξατο ἔνθεν ἀπολαβεῖν ἢ ἐκεῖσε, καὶ εἰς μοναστήρια δὲ ἀπέστειλε, καὶ
καὶ Μαυριτανίας ἐπισυνάξας τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ κυρίου, ὥς φησι Γεώργιος ὁ Πισίδιος. καὶ πολ
μετὰ τῆς συγκλήτου, καὶ δὴ εἰσελθόντων ἐν τῇ πόλει, τούτους μὲν ἀνεσκολόπισε, τοὺς δὲ ἀδελφοὺς αὐτοῦ ἐρινοτόμησεν. 187 41. Ὅτι πάλιν βασιλεύσας Ἰουστι
κοροπαλάτης ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων, ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου διὰ τὴν χρόνιον ἀρρωστ
μεμαθηκὼς αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ περικαθίσας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενο
αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλωνίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν βαρβάρων ἡγεμόνα φίλον ὄντα προσλαβέσθαι πρὸς
ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν. 13. Ὅτι οἱ ἐν τῇ νήσῳ τῇ κατὰ τὸν ὠκεανὸν ἄνθρωποι ἐσθῆτας κατασκευάζουσιν ἔκ τινω
ὅσα ἂν ἡ Μήδεια προστάξῃ περὶ τὸ σῶμα τοῦ πατρός, καὶ τὰς παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ποιεῖν, νυκτὸς ἐπιγενομένης, καὶ τοῦ Πελίου εἰς ὕπνο
κἀκεῖ διετέλεσε τιμώμενος ὑπὸ τῶν εὖ παθόντων. 24. Ὅτι Νεμέτωρ ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ στερηθεὶς τῆς βασιλείας, ὃς Ἀμόλιος ἐκαλεῖτο, ἐβασίλευσε δὲ Ἀλβαν
Πτολεμαῖος ἔτι μὲν καὶ πρότερον καταφρονήσας τῶν Συριακῶν βασιλέων ἀποστάτης ἐγένετο, καὶ διὰ τοὺς ἰδίους ἐκείνων περισπασμοὺς ἀδεῶς τῆς χώρας ἐδυνάστ
Περσέως φάσκοντος υἱόν, ἀλλὰ καὶ πλαστὴν γένεσιν καὶ τροφὴν ἀποφαινομένου καὶ μετὰ ὄχλου προσελθόντος τῷ ∆ημητρίῳ καὶ παρακαλοῦντος αὐτὸν καταγαγεῖν ε
πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι 204 διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος
τὸν Φιλομήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσ
προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ' αὐτοῦ παροιστρηκότος,
μετὰ συνεδρίου καὶ συμβούλων ἐποιεῖτο, διακούων δὲ ἰδίᾳ καὶ μόνον κριτὴν ἑαυτὸν ἀποδείξας ἐποιεῖτο τὰς ἀποφάσεις· εἴς τε τὰ σύνδειπνα τοὺς ἡγεμόνας οὐ
ξένια πέμπειν, καὶ διὰ ταύτην τὴν αἰτίαν δι' ὅλης τῆς νυκτὸς ἀνεῷχθαι τὰς οἰκίας συνέβαινε· συνέθεντο οὖν κατὰ τοῦτον τὸν καιρὸν εἰσπέμπειν εἰς τὰς τῶ
δῆμον ὡς ταῦτα πράττοντας, ἐξ ὧν ὀλίγος τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται, καὶ οὐδὲ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν οὔτε κοινῇ πάντ
∆ΗΜΗΓΟΡΙΩΝ] Ὡς δὲ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται. ὁ δὲ τὸν ἱππάρχην * ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς
ἐλάμβανον· οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν· ὀλίγοι δέ τινες ἐ
νῦν ἐστιν καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγείαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην 219 ο
ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ' ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. τοῖς δὲ ἀνδράσιν ἐνθυμουμέν
Σιτικινοὺς δὲ υʹ, ὧν ἁπάντων ἡγεῖτο ∆έκιος Καμπανὸς τὸ γένος. οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις [τε] λαμπρὰ
ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων. ταύτην γὰρ οἰόμενοί τινες
αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδῶν ποιῆσαι. ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ
παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δὲ ἐκ καταβο 228 λῆς πλάττων καὶ διασκευάζων. ταῦτα δ' ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου· σ
Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ
τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς. Κουρίωνος δὲ τοῦ κατ' ἐκεῖνο δημαρχοῦντος μόνου
ψηφισαμένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. ἄρας
δὲ ἐξ Ἀριμηνοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος
ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν
καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζεν καὶ τὰ πρὸς τὸν πόλεμον
ἐξηρτύετο, Καῖσαρ δὲ παρελθὼν ἐς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτορα, τούς τε δημοσίους θησαυροὺς
ἀναρρήξας, ἐς τοὺς στρατιώτας ἐκένωσεν. καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνά 71 μεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο
κατὰ νώτου πολέμιος. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βριττήσιον στρατοπεδεύσας ἐς χεῖρας τῷ
Καίσαρι γίνεται. διαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ ∆υρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον ἅπαντα τὰ τοῦ πολέμου
παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ ἕνεκεν σημείων τινῶν. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι
πρὸς τὴν κατ' ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα προεκάθητο τῶν
πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. τρεῖς δ' οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος
ὑφ' ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρενίῳ καὶ Μάρκῳ Πετροκίῳ καὶ Μάρκῳ Βάρωνι ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ
φεύγει τὸ πρῶτον ἐλαττωθεὶς καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν. οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακόν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ
ἔργῳ τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσεν, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασεν κατὰ
σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. φασὶ γοῦν τὸν Καίσαρα παρ' ὅσον ἦλθε κινδύνου λογιζόμενον πολλάκις εἰπεῖν, ὡς
μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις
ἁλώσιμος. μετὰ δὲ τοῦτο πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες συνῄεσαν. Πομπηίῳ μὲν
οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι καθ' ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις
τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικόν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον
ὄν, συνετάττοντο, ἐν οἷς στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι καὶ πολλοὺς διαπεπραγμένοι
πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ
συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμεναι· 72 αἳ ῥᾳδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις
ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. Τότε δ' οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά
τε ἀρετὴν καὶ τὴν ἐς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. πολλῆς τε διαφθορᾶς ἀφ' ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον
ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες.
αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη
οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν.
Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν