ἐργασίας ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. 281 Mt 25, 6-9 Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατα σβέννυνται καὶ εἰς παραφροσύνην χωροῦσιν οἰηθεῖσαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ σωτῆρος δύνασθαι σωθῆναι ἄνευ τῆς τῶν ἀρετῶν ἐργα σίας. διὸ καὶ ἀποδοκιμάζονται ὑπὸ τῶν φρονίμων λεγουσῶν πρὸς αὐτάς· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν τε καὶ ὑμῖν· τοῦτο γὰρ ὑποσημαίνει ἐνταῦθα τὸ μόλις ποτὲ δύνασθαι σωθῆναί τινα διὰ τῆς οἰκείας ἀρετῆς, οὐ μὴν διὰ τῆς τῶν ἑτέρων· μωρὸν γὰρ τὸ μὴ ἐργαζόμενόν τινα μισθὸν εἰληφέναι τῆς ἐργασίας. 282 Mt 25, 11-12 ∆ιὰ οὖν τὴν παρρησίαν τῆς παρθενίας αἰτοῦσιν ἀνοιγῆναι αὐταῖς. καὶ οὐκ ἀνοίγει, ὅτι κατὰ καιρὸν οὐκ ἐπεμελήσαντο αὑτῶν. καὶ τοῦτ' ἔστιν τὸ οὐκ οἶδα ὑμᾶς· τούτους γὰρ οἶδεν, οἵτινες οὐ μόνον πίστιν ἐνδείκνυνται, ἀλλὰ καὶ ἔργα ἔχουσιν· οἱ δὲ τῷ θατέρῳ πολιτευσάμενοι οὐδὲ ἐν γνώσει ποτὲ γεγόνασι τοῦ νυμφίου. 283 Mt 25, 14-30 Ἄνθρωπος μὲν οἰκοδεσπό της ὁ τοῦδε τοῦ παντὸς δημιουργός τε καὶ κύριος. ἀποδημίᾳ δὲ παρει κάζει τῆς παραβολῆς ὁ λόγος ἤτοι τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ ἤγουν τὸ ἀφανές τε καὶ ἄποπτον τῆς θείας φύσεως. ὑπάρ χοντα δὲ νοητέον θεοῦ τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει πιστεύ σαντας εἰς αὐτόν. δούλους δὲ αὐτοῦ καλεῖ οὓς κατὰ καιροὺς ὁ Χριστὸς στεφανοῖ τῷ τῆς ἱερωσύνης καυ χήματι· ὁ γὰρ θεσπέσιος γράφει Παῦλος· "οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ". τούτοις παραδίδωσιν τοὺς ὑπ' αὐτῷ γεγονότας χάρισμα πνευματικὸν ἑκάστῳ διδούς, ὡς ἂν ἔχῃ γνώμης καὶ ἐπιτηδειότητος. ταύτην εἶναί φαμεν τὴν τῶν τα λάντων διανομὴν οὐκ ἐν ἴσῳ μέ τρῳ τοῖς οἰκέταις χορηγουμένων διὰ τὸ τῆς διανοίας ἐξηλλαγμένον. εὐθὺς δὲ ἀπελθόντες εἰργάσαντο, φησίν, τοῦ εὐθὺς ἡμῖν ἐνθάδε ση μαίνοντος, ὅτι μελλησμοῦ τινος δίχα πρέποι ἂν ἐργάζεσθαι τὰ θεοῦ. οἵ γε μὴν ὄκνῳ καὶ ἀργίᾳ κατεσχη μένοι ἐν ἐσχάτοις ἔσονται κακοῖς. κατέχωσε γάρ, φησίν, τὸ δοθὲν αὐτῷ τάλαντον ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἄπρακτόν τε καὶ ἑτέροις ἀνωφελὲς ἐν ἑαυτῷ ἐτήρησεν τὸ χάρισμα. ἀφαιρεῖται τοιγαροῦν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ τῷ πλουτοῦντι δοθήσεται· ἀπαναστήσεται γὰρ τῶν τοιούτων τὸ πνεῦμα καὶ τῶν θείων χαρισμάτων ἡ δόσις, τοῖς δὲ φιλεργήσασι πλουσιωτέρα τις ἔσται χαρισμάτων ἐπίδοσις. Οἰκοδεσπότης ἐνταῦθά ἐστιν ὁ δεσπότης Χριστὸς ὡς δημιουργὸς πάντων καὶ κύριος. ἀποδημία δὲ αὐτοῦ ἡ εἰς οὐρανοὺς ἀνάβασις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ὡς γὰρ ἀόρατος τῇ κτίσει ὑπάρχων καὶ ὑφ' ἡμῶν ἁμαρτανόντων μὴ ὁρώ μενος ἀποδημῶν λέγεται παρὰ τῇ γραφῇ. ὑπάρχοντα δὲ αὐτοῦ εἰσιν οἱ ἐν ἑκάστῃ χώρᾳ πιστοί. 284 Mt 26, 18 Ἵνα μὴ "πρὸ τῆς ἑορτῆς τοῦ πάσχα" τοῖς φονεῦσιν αὐτὸν ὁ προ δότης παραδῷ, οὐ διαμεμήνυκεν ὁ σωτὴρ ἢ τὸν οἶκον ἢ τὸν ἄνθρωπον, παρ' ᾧ τὸ πάσχα πεπλήρωκεν. 285 Mt 26, 18 Εἰπὼν τὸν δεῖνα οὐ δηλοῖ ὄνομα ἰδικῶς, ἀλλὰ πλαγίως δηλοῖ τινα τῶν ἁγίων· ἁρμόζει γὰρ καὶ ἐπὶ παντὸς ἁγίου ὁ λόγος, ὃς πρῶτον μὲν δέχεται τοὺς μαθητὰς τοῦ κυρίου, εὐαγγελιστάς, ἀποστόλους προομαλί ζοντας αὐτοῦ τὴν ψυχήν, εἶθ' οὕτως καὶ αὐτὸν τὸν Χριστόν, ὃς οὐ κληθεὶς ἀλλ' αὐτόματος ἥξει σὺν τῷ ἁγίῳ πνεύματι οἰκῶν παρ' ἐκείνῳ, παρ' ᾧ ὁρᾷ τὸ ἅγιον βάπτισμα· τοῦτο γὰρ δηλοῖ ὁ ἄνθρωπος ὁ τὸ "κε ράμιον βαστάζων τοῦ ὕδατος", ὥς φησιν Μᾶρκος καὶ Λουκᾶς. 287 Mt 26, 23 Οὐ δήπου νοήσομεν ἐκ τούτου τῶν μὲν ἄλλων οὐδένα μαθητῶν, μόνον δὲ τὸν Ἰούδαν ἐμβάψαι τὸ ψωμίον ἐν τῷ τρυβλίῳ μετ' αὐτοῦ. οἶμαι δὲ ἔγωγε τοιαύτην ἔχειν διάνοιαν τὸ εἰρημένον· βούλεται γὰρ εἰπεῖν κατά γε τὸ εἰκός, ὅτι προδότης ἔσται ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, τοῦτ' ἔστιν ὁ συνδειπνητὴς καὶ συνέστιος καὶ τραπέζης καὶ ἁλῶν κοινωνός τε καὶ μέτοχος· οὕτω γὰρ αὐτὸν καὶ διὰ φωνῆς τοῦ