γὰρ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος, καὶ ταῖς τῶν πεπιστευκότων ἀγέλαις ἀναμὶξ, ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι νεμηθήσονται. καιρὸς γὰρ αὐτοῖς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος ὁ τελευταῖος καὶ ἐν ἐσχάτοις, καὶ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραὴλ διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς
κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν.9 Ἀναγκαῖον ἡμᾶς διατρανοῦν ἐθέλοντας τῶν προκειμένων τὸν νοῦν, μονονουχὶ παλινάγρετα ποιεῖσθαι τὰ ἐν ἀρχαῖς, καὶ ὅλον ὥσπερ ἀναμηρύσασθαι τῆς προφητείας τὸν σκοπόν. οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συνενεγκὼν, ἐκεῖνό φημι. γέγονε μὲν γὰρ "ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ." διερ- μηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφω- νοῦντος διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ' ἐκείνην προσελήφθη δευτέρα μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ' ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀκριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προανα- φωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης 1.91 αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ' οἷς λελύπηται Θεὸς, εὖ μάλα διατρανοῦν, ἵν' εἰδεῖεν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ' ἐχθρῶν, εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσ- αλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραὴλ ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ' ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον "Ἐλέγξω σε, "καὶ παραστήσω κατὰ πρόσωπόν σου" τὰς ἀνομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ' ὡς ἐν ὀφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινό- μενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ' ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημήνειεν 1.92 ἂν τὸ μὴ εἶναι ἔλεος· ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις θεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ἐπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχη- μένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν· εἴπερ εἰδέναι φαμὲν αὐτὸν φρονοῦντες ὀρθῶς