βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐτῶν οεʹ, καὶ φυγὼν Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ, κα τήντησεν εἰς 79 Χαῤῥὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν, τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ καὶ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ, καὶ τὰς βʹ θυγατέρας αὐτοῦ Λέαν καὶ Ῥαχὴλ εἰς γυ ναῖκας λαβὼν, ἔσχεν υἱοὺς ιβʹ καὶ θυγατέρα μίαν ἀπό τε τῶν θεραπαινίδων Βάλλας καὶ Ζελφᾶς· ἐκ μὲν γὰρ Λέας, τῆς γυναικὸς αὐτοῦ, ἐγέννησε τὸν Ῥουβὴμ καὶ Συμεῶνα καὶ τὸν Λευῒ καὶ τὸν Ἰούδαν, τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλὼν καὶ τὴν ∆εῖνα, ἐκ δὲ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὕστερον δὲ καὶ τὸν Βενιαμὶν μετὰ τὴν ἐπάνοδον, ἐκ Βάλλας τὸν ∆ᾶν καὶ τὸν Νε φθαλὶμ, ἐκ δὲ Ζελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ. ̣4 ̣ Μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἀποφυγῆς τε καὶ δουλείας, καὶ μετὰ τὴν ἐκ Μεσοποταμίας καὶ πρὸς γῆν Χα ναὰν ὑποστροφὴν καὶ τὴν παλαίστραν μετὰ τοῦ Θεοῦ, δι' ἧς καὶ Ἰσραὴλ ὠνομάσθη δι' ὀπτασίας, εἶδε πάλιν ὅραμα ἐν Βεθὴλ καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας, καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος, ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλθὼν, ὃν δέκατον εὑρὼν, τῷ Θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ, καθὼς καὶ προϋποσχόμε νος εἶπε τῷ Θεῷ ἐν τῷ ἀποδιδράσκειν, ὅτι "Πάντων, ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατῶ σοι αὐτά." Καὶ εὐθὺς ἐνδύσας τὸν Λευῒ στολὴν ἱερατικὴν, δι' αὐτοῦ θυσίας προσήνεγκε τῷ Θεῷ ἐν Βεθὴλ, κἀντεῦ θεν οἱ μὴ τῇ κατανόμῳ θυσίᾳ τε καὶ λειτουργίᾳ προσεδρεύοντες Λευῗται κέκληνται, οἱ δὲ τὴν κατὰ τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσαγο ρεύονται, διὰ τὸ γεγράφθαι· "Οὐ κεῖται τοῖς Λευΐ ταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ Κύριος μερὶς αὐτῶν καὶ κλῆρος."
ΙΖʹ. Περὶ θανάτου Ἠσαῦ. Ὁ δέ γε Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰκὼβ ἐπάνοδον, προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ παρακαλέσαντες 80 αὐτοὺς ἅμα καὶ ἐνορκισάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς ἀδελφικῆς οἰκειότητος ἀσπάζεσθαι τὴν διάθεσιν, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ' οὐ πολὺ δὲ καὶ Ἰσαὰκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκυίας καταλιπόντες τὰ γέρα. ̣2 ̣ Μετὰ δὲ ταῦτα παρωξύνθη Ἡσαῦ ὑπὸ Ἀμαλὴκ, τοῦ ἐκ παλλακίδος υἱοῦ αὐτοῦ, καὶ συναγαγὼν ἔθνη ὥρμησε κατὰ τοῦ Ἰακὼβ, ὥς φησιν Ἰώσηπος· ὁ δὲ, τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγε, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν. Τοῦ δὲ μὴ ἀνασχομένου, ἀλλὰ μᾶλλον ὑβρίζοντος καὶ ὀνειδίζοντος ̣14̣ καὶ ὀλοθρεύσειν αὐτὸν ἀπειλοῦν 110.161 τος, ἐντείνας ὁ Ἰακὼβ τὸ τόξον, κατέβαλεν Ἡσαῦ κατὰ τοῦ δεξιοῦ μαστοῦ, καὶ πλήξας ἀνεῖλεν. Οἱ δὲ υἱοὶ Ἰακὼβ, αὐτίκα ὑπεξελθόντες, σχεδὸν πάντας ἀνεῖ λον. Καὶ τότε ἐπληρώθη τοῦ Ἰσαὰκ ἡ πρόῤῥησις ἡ λέγουσα πρὸς τὸν Ἡσαῦ· "Ἐὰν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσεις πλημμέλειαν θανάτου".
ΙΗʹ. Περὶ τῆς γεννήσεως Μωϋσέως. Τῷ δὲ δευτέρῳ ἔτει τῆς τοῦ Ἰσραὴλ ἐν Αἰγύπτῳ παροικίας ἱερογραμματέα δεινὸν προειπεῖν, ὅτι τὸ τικτόμενον παιδίον ἐν τῷδε τῷ χρόνῳ τοῖς Ἑβραίοις τὴν Αἰγυπτίων καταλύσει βασιλείαν, καὶ διὰ τοῦτο Φαραὼ προσέταξε φονεύειν τὰ τικτόμενα ἄῤῥενα τῶν Ἑβραίων παιδία. ̣2 ̣ Λευῒ δὲ, γενόμενος ἐτῶν μεʹ, ἐγέννησε τὸν Καὰθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ϛʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ρλʹ. Καὰθ δὲ, γενόμενος ἐτῶν ξγʹ, γεννᾷ τὸν Ἄμραμ. ̣3 ̣ Ἄμραμ δὲ, γενόμενος ἐτῶν οʹ, γεννᾷ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. ̣4 ̣ Τὸν δὲ Ἄμραμ φασὶ τὸν πατέρα Μωϋσέως εὔξασθαι τῷ Θεῷ μὴ περιιδεῖν ἀπολλύμενον τὸ γένος τῶν Ἑβραίων· χρηματισθεὶς δὲ κατ' ὄναρ περὶ τῆς γεννήσεως καὶ δυνάμεως τοῦ 81 παιδίου Μωϋσέως, οὗ τεχθέντος καὶ ἐκθέτου γενομένου, Θερμοῦθις, ἡ τοῦ Φαραὼ θυγάτηρ, ἀνείλετο· τοσοῦτον δὲ ἦν ἀστεῖον τὸ παιδίον Μωϋσῆς, ὡς τοὺς ὁρῶντας αὐτὸ ἀμεταστρεπτὶ θαυμάζοντας ἐνορᾷν· ὃς καὶ ἐγενήθη εἰς υἱὸν τῇ θυγατρὶ τοῦ Φαραώ. ̣5 ̣ Λέγεται δὲ ἔτι νήπιον ὄντα εἰσαχθῆναι πρὸς Φαραὼ τὸν πατέρα αὐτῆς, ἀστεῖον ὄντα τῇ ὄψει καὶ χαριέστατον, λαβέσθαι τῆς γενειάδος αὐτοῦ, καὶ διὰ τοῦτο προστάξαντος ἀναιρεθῆναι αὐτὸ, προνοίᾳ δὲ Θεοῦ ἐπισχεθῆναι τὸν Φαραὼ τοῦ μὴ