λόγῳ περιλαβεῖν. τίνι γὰρ γένοιτ' ἂν ἐφικτὸν τὸ ἀνέφικτον, κἂν τὴν Ὁμηρικὴν πρὸς λόγους ἐπλούτησε δύναμιν, κἂν τὴν Ἡροδότειον χάριν καὶ ἡδονήν, κἂν τὴν τοῦ ∆ημοσθένους πειθὼ καὶ δεινότητα, κἂν τὴν Ἰσοκράτους σαφήνειαν; Ἐμοὶ δὲ παρῃτήσθω μὲν καὶ ταῦτα· "ἐν οἷς γὰρ οὐ φρονῶ, σιγᾶν φιλῶ" ἡ τραγῳδία φησί. παρῃτήσθω δὲ καὶ τὰ μετὰ ταῦτα, ἐπεὶ μηδὲ ταυτί μοι φαίνεται φορτία εὐμεταχείριστα καὶ εὐάγκαλα, ἀλλ' ἱκανῶς καὶ τὸν ἄγαν ἀνδρεῖον τὴν φύσιν καταπαλαίσοντα. Ποῖα δέ φημι τὰ ἑξῆς καὶ μετὰ προγόνους; τὴν ἐξ ἀρχῆς θεοληπτουμένην καὶ ὄντως βασιλικωτάτην ἀγωγήν, τὴν- εἰ καὶ τολμηρὸν ἐρεῖν-ἀγγελικὴν δίαιταν, ἣν ἐν βασιλείοις ὁ βασιλεύς-ὢ τῆς μεγάλης βουλῆς καὶ προγνώσεως τοῦ θεοῦ, δι' ἧς προκαρτηρτίζου, σκηπτοκράτορ θειότατε- ἠσπάζου τε καὶ μετήρχου καὶ σπούδασμα ἐποίου καὶ ἀγώνισμα. Ἀλλ' οὐδὲ τὰ ἐπιτηδεύματα ὁ ἐμὸς λόγος ἐπεξεργάσεται, ἀλλ' ἀποπηδήσει καὶ τούτων ὡς ἀδυνάτων αὐτῷ πάντως κατὰ καιρὸν μνημονεύσας τῆς παροιμίας καὶ μήτε λίθον ἑψεῖν μήτε κατὰ πυρὸς ξαίνειν μήτε καθ' ὕδατος γράφειν ἐπιτολμῶν. θαυμάζω γάρ, ὦ βασιλεῦ, καὶ ἐγκωμιάζω τῶν ἄλλων πάντων ἀφέμενος τὸ τῆς σῆς ἀγχινοίας ἀπαράμιλλον καὶ πραότητος, ὧν ἐδέξω μὲν τὰς ἀφορμὰς ἐκ θεοῦ ἄνωθεν, προοικονομοῦντος τὴν περὶ τὸ σὸν κράτος μεγαλουργίαν, ὡς ἔοικεν-εἶρητο-ἐπηύξησας δὲ καὶ ἐτελεσφόρησας διά τε τῆς συνεχοῦς μελέτης καὶ τῆς ἀνενδότου πρὸς τὰ καλὰ σπουδῆς καὶ ἀσκήσεως. ἢ οὐκ ἀγχινοίας ἄκρας καὶ ἀνυπερβλήτου συνέσεως τὸ διαθέσθαι δεξιῶς οὑτωσὶ τόν-οὐκ οἶδ' ὅπως ἐρῶ-παρεισφθαρέντα σοι ἀντίξουν καιρὸν καὶ περιμεῖναι τὴν τοῦ θεοῦ ψῆφον καὶ ἡσυχάσαι, λογίσασθαί τε τὸ γεγονὸς ὡς μὴ γεγονὸς καὶ παραδόξως φιλοσοφῆσαι, καὶ ταῦτα ἐν αὐτῷ τῷ τῆς ἡλικίας ὀξυρρόπῳ καὶ ὑπερθέρμῳ, ἐν ᾧ τυραννεῖσθαι πέφυκεν ὁ λογισμὸς τοῖς <πολλοῖς> παρὰ τῶν ἀνθισταμένων τούτῳ δυνάμεων; ἀλλ' οὐκ ἐπὶ σοῦ τοῦτο οὐδ' ἐμιμήσω τοὺς πολλούς, οἵ γε δὴ πολλάκις οὐκ ἐν καιρῷ θερμουργήσαντες παρεσφάλησαν, ἀλλ' ἐβασίλευες μὲν τέως κατὰ παθῶν, καὶ ἦς ἀληθῶς βασιλεὺς διὰ τοῦ δῆθεν καταφρονεῖν βασιλείας, μᾶλλον τὸ κραταιὸν ἐνδεικνύμενος καὶ γηράσκοντος φρόνημα καὶ φιλοσοφοῦντος ἐν νέῳ τῷ σώματι προβαλλόμενος. Εἶτα τί; γέγονε τὸ ἐνοχλοῦν ἐκποδών, καὶ τὸ οἰκεῖον σκότος τὸ τῷ ἡλίῳ σοι ἐπισκοτῆσαν νέφος ἐπεκληρώσατο. καὶ πάλιν πανευτυχὴς ἡ ὑφ' ἥλιον. ἆρ' οὖν συνεξηλλοίωσαι τῷ καιρῷ, καὶ παρήλασεν ἐπί σοι τὴν μετριοφροσύνην ἀλαζονεία καὶ ἔπαρσις; οὐμενοῦν, ἀλλ' ἔμεινας αὖθις ὃ ἦς, τὸ ὕψος τηρῶν ἑαυτοῦ καὶ ἐπὶ γενναίου ἐρηρεισμένος τοῦ λήματος. καὶ ποῦ καὶ ἐδάκρυσας ἐπὶ τῇ ἐξ ἀπονοίας ἐπιφυείσῃ τῷ λυπήσαντι συντριβῇ. ταῦτα δὲ πάντα θείου ἄντικρυς καὶ ἐμβριθοῦς φρονήματος ἔργα καθέστηκε. Τὸ δὲ τῆς πραότητος οἷον; οὐχ ὑπὲρ λόγον καὶ τοῦτο καὶ τὸ ἶσον ἐν γεννητῇ φύσει μὴ ἔχον καὶ πᾶσαν ὑπερεκπῖπτον διάνοιαν; οὐ γὰρ δή φημι τὰ μανιώδη ταυτὶ καὶ ὅ φασιν Ἄρεως ἔργα, ὡς οὐκ ὀξύχειρ φαίνῃ πρὸς φόνον οὐδ' ἐπαγάλλῃ ῥοαῖς αἵματος οὐδ' ἐντρυφᾷς θρήνοις ἀνθρώπων ξαινομένων ταῖς μάστιξιν, ἀλλ' ὥσπερ μηδὲ τὴν ἀρχὴν ἀνασκιρτῆσαι μικρὸν καὶ πτερύξασθαι τῷ θυμοειδεῖ μέρει χωρεῖς τῆς ψυχῆς, ἀλλὰ μετήμειψάς τε καὶ μετερρύθμησας {ὥσπερ} τὸ ἐπιθυμητικὸν πρὸς ἀρετῆς καὶ φιλοσοφίας ἔρωτα· οὕτω τοῦτο πρὸς τὰς τῶν ὑπεναντίων παθῶν ἀντιστάσεις καὶ κυματαγωγίας καὶ ἐμβολὰς καὶ κατ' ἐκείνων μόνων παραχωρεῖς στρατηγεῖν. τοῖς δ' ὑπηκόοις τοῖς σοῖς ἀντ' ἀπειλῆς, εἴ ποτε δή γε τούτου δεήσειε, προβάλλῃ τὰ μειδιάματα, κἄν τις τύχῃ τῷ δέει προτεθνηκὼς καὶ αὐτὸς ἑαυτοῦ τὰ πάνδεινα καταψηφισάμενος, μέχρι τούτου σκυθρωπάζει καὶ ἀπολέγεται τὴν ζωήν, μέχρι τοῦ παραχθῆναι καὶ ὀφθήσεσθαι τῷ προσώπῳ σου, τὸ δ' ἀπ' ἐκείνου μεταπίπτει τούτῳ τὸ ὄστρακον, ὅ φασι, καὶ ὁ πρὸ μικροῦ δεδρακρυμένος, ὁ κατηφής, σκιρτῶν γεγηθὼς ὡς ἀναβεβιωκὼς περίεισι. καί σου τὴν φιλανθρωπίαν