38
βασιλείαν αὐτοῦ, ἀκηκόασιν· "Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." ∆ιερμηνεύεται δὲ σεραφεὶμ, ἐμπρησταὶ, ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρὰ ταῖς ἀνωτάτω δυνάμεσιν, καὶ ὁ κολλώμενος δὲ τῷ Κυρίῳ, ζέων ἀποτελεῖται τῷ Πνεύματι, καὶ θερμὸς τὴν ἀγάπην τὴν εἰς Θεόν. Τὰς δὲ κύκλῳ Θεοῦ δυνάμεις καὶ ∆ανιὴλ ἐδήλωσε λέγων· "Χίλιαι χιλιάδες ἐλιτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ." Οὐκ ἐᾷ δὲ, καθ' ἅ τινες ἐνόμισαν, δύο 1933 νοεῖσθαι τὰ Σεραφεὶμ, τὸ λέγεσθαι αὐτὰ κύκλῳ εἶναι Θεοῦ, καὶ περιέπειν αὑτοῦ τὸν θρόνον, τῷ ἐξ αὐτοῦ ζωοποιεῖσθαί τε καὶ φωτίζεσθαι, δι' ἃς δυνάμεις καὶ Κύριος λέγεται Σαβαὼθ, δηλοῦν τὸ, Κύριος τῶν δυνάμεων, ἢ, Κύριος στρατιῶν. Ἓξ δὲ πτέρυγας ἑκάστῳ πεφυκέναι φησὶν, ἅπερ εἰσὶν ἔμφυτοί τινες ἀρεταὶ, δι' ἃς ὑψοῦνται τοσοῦτον, ὡς πλησίον εἶναι Θεοῦ τὸν νοῦν ἔχοντες ἐν ἀποῤῥήτοις νοημάτων ὑψώμασιν. Ὡς γὰρ φυσικαί τινές εἰσι σωμάτων αἰσθήσεις, οὕτως ἐκείνας εἰκὸς δυνάμεσι θείαις παραδόξων τινῶν ἐνεργητικαῖς, ἡμῖν δὲ ἀγνώστοις, κεχρῆσθαι. Μή ποτε δὲ προαιρετικὰς αὐτὰς μᾶλλον ὑποθετέον, ἢ φυσικάς. Οὕτω γὰρ δίδωσι νοεῖν ὁ πεσὼν Ἑωσφόρος. Σωματικαὶ δὲ οὐκ ἂν εἶεν αἱ πτέρυγες, ὡς οὐδὲ ἐπὶ τοῦ· "Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων." Τῶν οὖν οὕτω λεγομένων πτερύγων, δύο μὲν τὸ ἴδιον ἐκάλυπτον πρόσωπον· ἀμέλει Σύμμαχος ἐξέδωκεν, τὸ πρόσωπον ἑαυτοῦ, ὡς μὴ τολμᾷν ἀτενὲς ὁρᾷν εἰς τὸ θεωρούμενον. "Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν, εἰ μὴ ὁ γεννήσας αὐτὸν Πατήρ." ∆ύο δὲ τοὺς πόδας ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας, ὡς ἂν εἴποι τις τὰ βήματα, τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς ἂν μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. Τοῦ βίου δὲ κρύπτοντα τὴν πορείαν, τὴν μέσην μόνην κατάστασιν ἑαυτῶν παρεῖχον ὁρᾷν. Καὶ αὐτοῦ δὲ τοῦ Μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε τὸ πρόσωπον τῆς θεότητος τολμῶντα θεάσασθαι, μήτε τὸ ἀπειρομέγεθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὅπερ πόδας ἐκάλεσε. Ταῦτα γὰρ ἐκπληττόμενα ἐβόων κατὰ δύναμιν ἕκαστον, πολλάκις προσάλληλα τὴν ὑμνώδη ταύτην φωνήν· οὔτε γὰρ μίαν φωνὴν, οὔτε μὴν ἀθρόαν ἔπεμπον ἅπαντα, πρὸς δὲ τὸν ἕτερον ἕτερος ἐμφαίνων τὸ θαῦμα. Μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτάτων ἐπὶ τὰ ταπεινὰ τοσαύτη κατάβασις τῆς δόξης τοῦ Θεοῦ Λόγου, ὡς μὴ μόνον τὸν οὐρανὸν ἔχειν τὴν δόξαν αὐτοῦ, διικνεῖσθαι δὲ καὶ μέχρι τῆς γῆς, καὶ ταύτην πληροῦν, ὅπερ ἐστὶ φιλανδρίας ὑπερβολή. Ὅτε μὲν οὖν ἡ τούτων ἐγένετο θέα, μόνος τῶν ἐπὶ γῆς ὁ ἐν Ἱερουσαλὴμ οἶκος, πλήρης ὑπῆρχε τῆς δόξης αὐτοῦ. Τοῦτο γὰρ ἔφησεν ὁ προφήτης. Ὅτε δὲ προγνώσει τοῦ μέλλοντος ἔμαθον, ὡς ἡ πᾶσα γῆ πλήρης ἔσται τῆς δόξης αὐτοῦ, τότε καὶ τὸ ὑπέρθυρον αἴρεται, ὁ δὲ οἶκος ἐπληροῦτο καπνοῦ. Ἐδείκνυτο γὰρ διὰ τούτων ἥ τε τῆς ἀσφαλείας ἀφαίρεσις, τοῦ ναοῦ γυμνουμένου, ὅτε τῷ οἴκῳ παρεσόμενος ἐμπρησμὸς, Χριστοῦ γνωσθέντος τοῖς ἔθνεσιν, ὅτε καὶ πᾶσιν ἐδείχθη τῆς αὐτοῦ θεολογίας ἡ δόξα, οὐχ ἑνὸς ἔτι, πλειόνων δὲ καθ' ὅλης τῆς οἰκουμένης σταθέντων οἴκων κρειττόνων. Ὡς γὰρ τῇ Ἰουδαίων Συναγωγῇ τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, οὐχ ἁρμόττοντος (ὁ γὰρ ὕμνος τῇ Ἐκκλησίᾳ τῇ καθ' ὅλης τῆς οἰκουμένης ἀπέκειτο), ἡ ἄνωθεν αἴρεται χάρις. 1936 Ἀνάγκη τοίνυν καὶ τὰς παραστάδας σαλεύεσθαι ῥᾳδίως, ὅθεν πᾶσα χεὶρ σαλεύει τὰ Ἰουδαϊκά. ∆ιὸ προφήτης τις ἔλεγεν· "Θήσω τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα." Ὃ δὴ γέγονε πάσης τῆς γῆς πληρωθείσης τῆς δόξης αὐτοῦ. Τοῦτο δὲ καὶ προείρητο Μωϋσεῖ περὶ τῆς τοῦ λαοῦ μοσχοποιίας τὸν Θεὸν δυσωπήσαντι· "Πλὴν ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πλησθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ." Καὶ ἐν πρώτῳ καὶ ἑβδομηκοστῷ ψαλμῷ φησι, "Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο." Καθὰ καὶ νῦν ἐβόα τὰ Σεραφεὶμ μέλλουσαν ἐκλάμπειν ἐπὶ γῆς ὁρῶντα τὴν δόξαν αὐτοῦ, μηδὲν ἐκ τῆς γεώδους ζημιουμένην οὐσίας, τὸν δὲ ἁγιασμὸν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, μᾶλλον δὲ καὶ ἀπειράκις ἐφθέγγετο, πρὸς τὸν ἕτερον ἕτερος τὸ ἴδιον