Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξῆλθεν. προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην κεφαλὴν πάντων τῶν πλωΐμων. γράφει δὲ καὶ Ἀνδρονίκῳ τῷ ∆ουκὶ συνελθεῖν τῷ Ἱμερίῳ. ὁ δὲ Σαμωνᾶς ἀδιάλλακτος ὢν τῷ Ἀνδρονίκῳ καὶ παντὶ τρόπῳ κακῶσαι αὐτὸν σπουδάζων, πείθει τινὰ γράψαι αὐτῷ κρύφα "μὴ εἰσέλθῃς εἰς τὰ καράβια καὶ κρατηθῇς παρὰ Ἱμερίου." πολλὰ δὲ τὸν Ἀνδρόνικον ἀναγκάσαντος εἰσελθεῖν σὺν αὐτῷ τῶν Ἀγαρηνῶν ἐπικειμένων οὐκ ἐπείσθη. Ἱμέριος δὲ μόνος ἐν τῇ ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος καὶ ἀπογνοὺς σὺν τοῖς συγγενέσιν αὐτοῦ καὶ ἀνθρώποις ἀποστασίαν ἐποίησε, καὶ ἀπελθὼν ἐκράτησεν τὴν Κάβαλαν πόλιν, ὡς εἰπεῖν Σαμωνᾶν πρὸς τὸν βασιλέα "οὐκ ἔλεγον, ὦ δέσποτα, ἀντάρτην εἶναι τὸν ∆οῦκα;" 22. Τῷ κδʹ ἔτει ἀπέστειλεν ὁ βασιλεὺς Γρηγορᾶν τὸν δομέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην, συμπένθερον ὄντα Ἀνδρονίκου, εἰς τὸ καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, ἀκούσας τε ὅτι καὶ ὁ πατριάρχης τῆς ἐκκλησίας ἐξεώσθη, προσέφυγε τοῖς Ἀγαρηνοῖς ἅμα συγγενέσι καὶ φίλοις. ἐλυπήθη δὲ Λέων 711 εἰς τοῦτο, καὶ δὴ Σαρακηνὸν ἀπὸ τοῦ πραιτωρίου φιλοφρονησάμενος ἀπέστειλε πρὸς τὸν Ἀνδρόνικον μετὰ χρυσοβούλλιον διὰ κιναβάρεος, βαλὼν αὐτὸ ἔνδοθεν φατλίου τράκτου βραχέος. ἐξελθόντος δὲ τοῦ Σαρακηνοῦ ἀπὸ προσώπου τοῦ βασιλέως, προσκαλεῖται αὐτὸν ὁ Σαμωνᾶς, καί φησιν "οἶδας τί κρατεῖς;" τοῦτο εἰπὼν διὰ τὸν κηρόν· "τὴν ἀπώλειαν τῆς Συρίας." καὶ δοὺς αὐτῷ χρήματα παρήγγειλεν εἰς τὴν χεῖρα τοῦ Οὐζὴρ βαλεῖν αὐτό. ὁ δὲ τοῦτο πεποίηκεν. κρατεῖται οὖν καὶ δεσμεῖται Ἀνδρόνικος καὶ οἱ σὺν αὐτῷ· καὶ μαθὼν ὡς τοῦτο γέγονεν αὐτῷ διὰ δόλου τοῦ Σαμωνᾶ, ἀναγκασθεὶς ἐμαγάρισεν. ὁ δὲ Κωνσταντῖνος καὶ οἱ λοιποὶ εἰδότες ὡς ἀδύνατόν ἐστι τὸν Ἀνδρόνικον ἐξελθεῖν, μετ' οὐ πολὺ τῇ βουλῇ αὐτοῦ μόνοι φυγῇ χρησάμενοι, ὅπερ θαύματος ἄξιον, ἐκ μέσης Συρίας εἰς Ῥωμανίαν ἐξῆλθον, κατὰ χώραν πολεμούμενοι. 23. Τότε ἀπὸ Ταρσοῦ ἐλθὼν ἐν τῇ πόλει περὶ τοῦ ∆ιαλλαγῆναι ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· οὓς καὶ δεξάμενος ὁ βασιλεὺς ὑπέδειξεν τὸν τῆς ἐκκλησίας κόσμον, ὅπερ ἀνάξιόν ἐστιν Χριστιανικῆς καταστάσεως, τοῦ θεάσασθαι παρὰ τῶν ἀθέων τὰ ἱερὰ σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἤθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μὴ εἶναι εἰς Συρίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ, λέγων "κράτει τὴν πίστιν σου. κἀγὼ εἰ δυνηθῶ, ἐλεύσομαι μᾶλλον πρός σε." 24. Τῷ κεʹ ἔτει αὐτοῦ, τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, στέ 712 φει Λέων ὁ βασιλεὺς Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ τὸν πορφυρογέννητον διὰ Εὐθυμίου πατριάρχου. δέδωκεν δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύσαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, τοῦ δουλεύειν Ζωῇ Αὐγούστῃ. ὃς καὶ ἠγαπήθη πολλὰ παρά τε τοῦ Λέοντος τοῦ βασιλέως κὰ τῆς Αὐγούστης. ὅθεν καὶ πολλὰ ἐφθόνει Σαμωνᾶς αὐτόν, κὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ. ὅπερ ὁ βασιλεὺς ὑπονοήσας ἀληθὲς εἶναι, ἀπέκειρεν αὐτὸν διὰ Σαμωνᾶν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου. μετ' ὀλίγον δὲ ὥρισεν τὸν Σαμωνᾶν ἀναλαβέσθαι αὐτὸν ἐν τῇ μονῇ τὰ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν ὁ βασιλεὺς εἰς πρόκενσον ἐν τῷ ∆αματρύ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε τὸν Κωνσταντῖνον. καὶ παρευθὺ ὥρισεν τὸν Σαμωνᾶν, καὶ ἐνέδυσεν αὐτὸν κοσμικά, καὶ ἐκέρασε τῷ βασιλεῖ εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετὰ ταῦτα ἐν τῷ παλατίῳ. καὶ πάλιν φθονεῖται Κωνσταντῖνος ὑπὸ τοῦ Σαμωνᾶ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην τοῦ βασιλέως, καὶ βουλεύεται μετὰ τοῦ Τζιρίθωνος καὶ ἄλλων τινῶν, καὶ ποιοῦσι χάρτην πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου, νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθόντος δὲ τοῦ βασιλέως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἔρριψεν αὐτὸν ἐν τῷ μιτατωρίῳ. εὑρὼν οὖν αὐτὸν ὁ βασιλεὺς καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζητῶν τὸν τοῦτο ποιήσαντα. γέγονε δὲ τότε ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς τότε ἀστρονόμοις εἰπεῖν ἀποτέλεσμα. 713