De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Τῶν 1.112 δὲ δεσποτῶν, κατὰ τὸ εἰωθός, εἰσιόντων μετὰ τοῦ πατριάρχου εἰς τὸ θυσιαστήριον, ὁ μὲν πατριάρχης προεισέρχεται· οἱ δὲ δεσπόται, ἱστάμενοι ἔξωθεν τῶν ἁγίων θυρῶν, λαμβάνουσι κηροὺς παρὰ τῶν πραιποσίτων καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ· εἶτα εἰσερχόμενοι ἐν τῷ θυσιαστηρίῳ, ἐν πρώτοις μὲν ἀσπάζονται τὰ ἅγια θύρια, εἶτα τὴν τῆς ἁγίας τραπέζης ἐνδυτήν, καὶ τιθέντες ἀποκόμβιον ἐπὶ τῆς ἁγίας τραπέζης, διέρχονται διὰ τῶν βημάτων, ἅπτοντες κηροὺς καθ' ἕνα ἕκαστον βῆμα, ἀσπαζόμενοι, κατὰ τὸ εἰωθός, τὰς ἐνδυτὰς καὶ διερχόμενοι διὰ τοῦ γυναικίτου, ἅπτουσι κηροὺς εἰς τὴν εἰκόνα Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, καὶ εὐθέως ἀποχαιρετίζοντες τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ ἐκεῖσε προσευχαδίῳ, κἀκεῖθεν ἐκβαίνοντες εἰς τὸν πρὸς τὴν θάλασσαν νάρθηκα, ἐν ᾧ καὶ τὰ σελλία ἵστανται καὶ τὸ βῆλον κρέμαται, καὶ ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλανίδας, καὶ ἵστανται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν· εἶθ' οὕτως λαμβάνοντες κηροὺς παρὰ τῶν πραιποσίτων, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου. Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς εὐχῆς καθέζονται, καὶ εἰσάγει ὁ τῆς τραπέζης μετὰ καὶ τῶν ἀρτοκλινῶν τὸ κλητώριον, καὶ στοιχεῖ αὐτὸ ὁ μέγας βασιλεύς. Καὶ εἶθ' οὕτως οἱ δεσπόται διέρχονται μυστικῶς διὰ τοῦ αὐτοῦ νάρθηκος καὶ τοῦ μυστικοῦ ἀναβασίου, καὶ διὰ τοῦ ἀνωτάτου ἡλιακοῦ τοῦ αὐτοῦ νάρθηκος εἰσέρχονται εἰς τὸ παλάτιον. Χρὴ εἰδέναι ὅτι κατὰ τὴν τάξιν ταύτης τῆς ἑορτῆς καὶ τὸν τύπον ἐπιτελεῖται καὶ ἡ ἑορτὴ τοῦ Ἀρχιστρατήγου μηνὶ Νοεμβρίῳ ηʹ. Εἰδέναι δὲ δεῖ ὅτι ταύτῃ τῇ ἑορτῇ τοῦ Ἀρχιστρατήγου ἐν τῷ εὐκτηρίῳ τοῦ ναοῦ, ἤγουν τοῦ Ἀρχιστρατήγου, ἐπιτελεῖται ἡ τοιαύτη ἑορτή.
1.113 Λʹ (ΚΑʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τοῦ Ἁγίου ∆ημητρίου
Πρὸ μιᾶς ἡμέρας, κελεύουσιν οἱ δεσπόται τοῖς πραιποσίτοις τοῦ προελθεῖν ἐπὶ τὴν αὔριον μετὰ ἀλλαξίμων τὴν σύγκλητον πᾶσαν, καὶ τῇ ἕωθεν περὶ ὥραν δευτέραν κελεύουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ δὴ τούτων εἰσελθόντων, μετὰ ὀλίγων τοῦ κουβουκλείου ἀπέρχονται, ἅμα τοῦ παπία καὶ τοῦ ἑταιρειάρχου, καὶ εἰσάγουσι τὸν πατριάρχην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερχομένου, διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου εἰσέρχεται, καὶ κάθηται ἐν τῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου τῇ οὔσῃ πρὸς τὸ Πάνθεον. Οἱ δὲ πραιπόσιτοι εἰσερχόμενοι ἀναγγέλλουσι τοῖς δεσπόταις τὴν τοῦ πατριάρχου ἄφιξιν, καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι ἔξωθεν τοῦ βήλου τῆς αὐτῆς καμάρας ἵστανται. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι εἰσάγουσι τὸν πατριάρχην· οἱ δὲ δεσπόται τοῦτον, κατὰ τὸ εἰωθός, ἀσπαζόμενοι, καθέζονται μετ' αὐτοῦ ἐπὶ τοῦ Χρυσοτρικλίνου μικρόν τι, καὶ ὅτε πάντα καλῶς εὐτρεπισθῶσιν, εἰσέρχονται οἱ πραιπόσιτοι δηλοῦντες τοῖς δεσπόταις, καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου, καὶ ἐξερχόμενοι, κατὰ τὸν εἰωθότα τούτοις 1.114 τύπον, διέρχονται διὰ τοῦ Τριπέτωνος καὶ τοῦ Λαυσιακοῦ καὶ τοῦ Ἰουστινιανοῦ καὶ τῶν Σκύλων καὶ τῶν ἔξω διαβατικῶν τοῦ Μαρκιανοῦ, καὶ ἀπέρχονται ἐν τῷ ἐκεῖσε εὐκτηρίῳ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Ἰστέον ὅτι, τῶν δεσποτῶν ἐξερχομένων ἀπὸ τοῦ Χρυσοτρικλίνου μετὰ καὶ τοῦ πατριάρχου, ἵστανται ἀντικρὺ τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου οἱ εὐνοῦχοι πρωτοσπαθάριοι, ὅ τε λογοθέτης τοῦ δρόμου μετὰ καὶ τοῦ πρωτοασηκρήτις καὶ τοῦ πρωτονοταρίου, ἐπὶ δὲ τὸ μέρος τοῦ ὡρολογίου οἱ τοῦ Χρυσοτρικλίνου. Ἰστέον ὅτι, ἐξιόντων τῶν δεσποτῶν τὰς χαλκᾶς πύλας πρὸς τὸν Λαυσιακόν, δέχονται οἱ τοῦ μαγλαβίου καὶ οἱ τοῦ κουβουκλείου ἅπαντες, κἀκεῖθεν δηριγεύουσι τοὺς δεσπότας. Ἰστέον ὅτι ἔνδον τῶν Σκύλων, ἤγουν εἰς τὴν ἄκραν τοῦ Ἰουστινιανοῦ, ἵστανται οἵ τε μάγιστροι καὶ ἀνθύπατοι καὶ ὀφφικιάλιοι, καὶ τῶν δεσποτῶν διερχομένων, πίπτουσιν ἐπ' ἐδάφους, τούτους προσκυνοῦντες. Οἱ δὲ δεσπόται, καθὼς προείρηται, διέρχονται μέχρι τοῦ Ἁγίου Ἀποστόλου Πέτρου, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ ψάλται τὸ τροπάριν. Ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσιαστηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον,