μακαρίου ∆αβὶδ ᾐτιᾶτο λέγων· "σὺ δέ, ἄνθρωπε ἰσό ψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα". καὶ πάλιν· "ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν". αὐτὸ δὲ τοῦτο σαφέστερον ὁ Ἰωάννης ἐποίησεν· ἔφη γὰρ εἰρηκέναι τὸν κύριον, ὅτι "ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας δώσω τὸ ψωμίον". 288 Mt 26, 24 Οὐχ ὡς ὄντος τινὸς ἢ ἀγαθοῦ ἢ φαύλου τυχὸν τοῖς οὔπω γενο μένοις ἔξω αἰσθήσεως οὖσιν (ἔτι κομιδῇ εὔηθες τὸ οὕτω νοεῖν), ἀλλ' ὅτι τοῖς μέλλουσιν ἀθλιότητος ἁπάσης εἴσω πεσεῖν, εἰ πρὸς τὸ εἶναι ἐμπαρενεχθεῖεν ὑπὸ θεοῦ, πολὺ δήπου καὶ ἀσυγκρίτως ἀμείνων ἡ ἀνυπαρξία. 289 Mt 26, 26-28 Εὐχαριστεῖ ὁ κύριος λαβὼν τὸ ποτήριον, τοῦτ' ἔστιν ἐν σχήματι προσευχῆς διαλέγεται τῷ θεῷ καὶ πατρὶ κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ζωοποιοῦ εὐλογίας ἡμῖν, ἅμα δὲ καὶ ἡμῖν τύπον διδοὺς πρῶτον εὐχαριστεῖν καὶ οὕτω κλᾶν τὸν ἄρτον καὶ διαδιδόναι. διὸ καὶ ἡμεῖς ἐπ' ὄψεσι θεοῦ τὰ προειρημένα τιθέντες δεόμεθα ἐκτενῶς εἰς εὐλογίαν ἡμῖν μεταπλασθῆναι τὴν πνευμα τικήν, ἵνα μετασχόντες αὐτῶν ἁγιασθῶμεν σωματικῶς καὶ πνευματικῶς. δεικτικῶς δὲ εἶπε τοῦτό μού ἐστιν σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινος ἀρρή του ἐνεργείας τοῦ πάντα ἰσχύοντος θεοῦ μεταποιεῖσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα, ὧν μετασχόντες τὴν ζωοποιὸν καὶ ἁγιαστικὴν δύναμιν τοῦ Χριστοῦ εἰσδεχόμεθα· ἔδει γὰρ αὐτὸν διὰ τοῦ ἁγίου πνεύματος ἐν ἡμῖν θεοπρεπῶς συνανακίρνασθαι ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ καὶ τοῦ τι μίου αἵματος. ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὁ θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ ζωῆς. καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς αὐτοῦ λέγοντος ἐναργῶς τοῦτό μού ἐστιν τὸ σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, δέχου δὲ μᾶλλον πίστει τοῦ σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται. 290 Mt 26, 26- 28 Μετὰ τὸ ἐξελθεῖν τὸν Ἰούδαν παραδίδωσιν ὁ σωτὴρ τοῖς ἕνδεκα τὸ σωτηριῶδες μυστήριον· ἐπειδὴ γὰρ μικρὸν ὕστερον ἔμελλεν ὁ Χρι στὸς ἀναστὰς μετὰ τῆς ἰδίας σαρ κὸς ἀναφοιτῆσαι πρὸς τὸν πατέρα, ἵνα τὴν τοῦ σώματος αὐτοῦ παρ ουσίαν ἔχωμεν- ἄνευ γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἀδύνατον σωθῆναι ἄνθρωπον καὶ ἀπαλλα γῆναι θανάτου καὶ ἁμαρτίας μὴ συν ούσης ἡμῖν τῆς ζωῆς-ἔδωκεν οὖν ἡμῖν τὸ ἴδιον σῶμά τε καὶ αἷμα, ἵνα δι' αὐτῶν καὶ τὸ τῆς φθορᾶς καταλύηται κράτος, ἐνοικίζηται δὲ ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ ἁγίου πνεύματος, καὶ γενώμεθα ἁγιασμοῦ μέτοχοι καὶ οὐράνιοι ἄν θρωποι καὶ πνευματικοὶ χρημα τίσωμεν. Ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἔμελλεν ὁ Χριστὸς ἀναληφθῆναι πρὸς τὸν πατέρα μετὰ σώματος, διὰ τοῦτο δέδωκεν ἡμῖν τὸ ἴδιον σῶμά τε καὶ αἷμα, ἵνα ἐνοικιζομένη ἐν ἡμῖν ἡ αὐτοῦ σὰρξ καὶ τὸ αἷμα ποιήσῃ ἡμᾶς ἁγίους καὶ τῆς ἀθανα σίας μετόχους. 291 Mt 26, 29 Ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ· τοῦ οἴνου πόσις οὐ χρείαν ἀποπληροῖ μόνον, ἀλλὰ καὶ πανποικίλην ἡδονὴν τῇ αἰσθήσει προσφέρει. μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀποτιναχθείσης τῆς φθορᾶς τῶν ἀνθρωπίνων σωμάτων καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις πρὸς καινότητα μετοισθήσεται, ὥστε καὶ αὐτὴν ἡμῶν τὴν εὐφροσύνην εἶναι καινήν. σωφροσύνης δὲ σύμβολον τὸ ἐξ οἴνου κρᾶμα, ὃ καὶ γενήσεσθαί φησιν καινόν· καὶ οὔτι που πάντως τὸ πόμα φησὶν ἔσεσθαι καινόν, ἀλλὰ τὸ ἐξ αὐτοῦ συμβαῖνον, τοῦτ' ἔστιν τὴν εὐφροσύνην· ἀναχωρήσει γὰρ μετὰ τὴν ἀνάστασιν ἡ ἀνθρώπου φύσις τῆς αὐτοῦ συνήθους καὶ γηΐνης τέρψεως, μεταχωρήσει δὲ πρὸς καινότητα τρυφῆς αὐτοῦ δηλον ότι τοῦ πάντων σωτῆρος ἡμῶν Χριστοῦ. τὴν ἔμφυτον καὶ ἰδίαν εὐφρο σύνην ταῖς