βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀνελεῖν αὐτὸν τρόπῳ τοιῷδε· Ἄνθρακας ἀναφθέντας ἐν τῇ γῇ κατατε θῆναι καὶ χρυσίου σωρὸν ὑποθήκῃ τινῶν τῶν ὑπ' αὐ τῶν σοφῶν· καὶ εἰ μὲν ἅψαιτο ὁ παῖς, φησὶ, τοῦ χρυσοῦ καὶ τούτου λάβοι, κακοήθως ἐδράξατο τῆς γενειάδος αὐ τοῦ, εἰ δὲ θίξοι τῶν καιομένων ἀνθράκων, ἀπανούργως καὶ ὡς ἀφελὲς παιδίον τοῦτο εἰργάσατο, καὶ οὐ χρὴ μά την ἀναιρεθῆναι· ὃ καὶ γενόμενον, ἔστησε τὴν ἀπόφα σιν· ἀφέμενος γὰρ τοῦ χρυσοῦ, προσέδραμε τοῖς ἄν θραξι, καὶ τούτων ἕνα λαβὼν, κατὰ τὸ ἠθισμένον ὡς τὰ πολλὰ τοῖς παισὶ, τῷ στόματι προσήνεγκε, καὶ ψαύ σαντος αὐτοῦ τῇ γλώσσῃ, βραδύγλωσσος γέγονε καὶ δύσηχος τοῦ λαλεῖν.
ΙΘʹ. Ὅτι υἱοὶ Ἰσραὴλ ἐξῆλθον ἐκ τῆς Αἰγύπτου.Ἐν δὲ τῷ ὀγδοηκοστῷ ἔτει τοῦ Μωϋσέως ἐξῆλ 110.164 θον υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιεʹ. Πῶς οὖν φησιν ὁ Θεὸς τῷ Ἀβραὰμ, "Ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἔτη υʹ;" Ἀλλὰ δῆλον, ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἀβραὰμ ἐκ Χαῤῥὰν δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν· οὐ γὰρ ἐν Αἰγύπτῳ μόνον γέγονεν ἡ παροικία, ἀλλὰ καὶ ἐν γῇ Χαναὰν, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· ̣14 ̣ "Ἡ δὲ παροί κησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰ γύπτῳ ἔτη υλʹ." Καί ἐστι τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐν Χαῤῥὰν ἀναβάσεως μέχρι τοῦ Ἰσαὰκ γεννήσεως 82 ἔτη κεʹ, τοῦ δὲ Ἰσαὰκ μέχρι Ἰακὼβ ξʹ ἔτη, τοῦ δὲ Ἰακὼβ μέχρι Λευῒ ἔτη πζʹ, τοῦ δὲ Λευῒ μέχρι Καὰθ ἔτη μεʹ, τοῦ δὲ Καὰθ μέχρι Ἄμραμ ἔτη ξγʹ, τοῦ δὲ Ἄμραμ μέχρι Μωϋσέως ἔτη οʹ, τοῦ δὲ Μωϋ σέως μέχρι τῆς ἐξόδου ἔτη πʹ. ̣2 ̣ Καὶ οὕτως ἐξελ θὼν Ἰσραὴλ, ἐπιφερόμενος τὰ ὀστᾶ Ἰωσὴφ, ἐποίησεν ἐν τῇ ἐρήμῳ ἔτη μʹ· φησὶ γάρ· "Πέμπτῃ γε νεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς Αἰγύπτου, καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσὴφ μετ' αὐτοῦ· ὁρκώσας γὰρ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων·" Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοί σετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν·" ὃς ὑπάρ χων ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐπράθη, καὶ γενόμενος ἐτῶν λʹ, ἄρχων πάσης Αἰγύπτου καθί σταται, ἐν ᾗ γεννήσας υἱοὺς βʹ, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ, ἀπέθανεν ἐτῶν ριʹ. ̣3 ̣ Ἐπεὶ οὖν, ὅτε παρέστη Μωϋσῆς τῷ Φαραὼ, ἦν ἐτῶν πʹ, ἔμεινε δὲ ἄλλα μʹ ἔτη ἐν τῇ ἐρήμῳ, δῆλον οὖν ἐστιν, ὅτι ἐν ὅλαις μʹ ἡμέραις γεγόνασιν αἱ κατ' Αἴγυπτον πληγαὶ, ἃς ἡμέρας ἀριθμοῦμεν μετὰ τῶν μʹ ἐτῶν τῆς ἐρήμου· ἀναγνοὺς γὰρ μετὰ ἀκριβείας ἐσημειωσάμην τὰς μʹ ἡμέρας γενέσθαι οὕτως· αʹ, ἀφ' ἧς ἡμέρας συνέτυχε τῷ Φαραώ· δευτέρᾳ δὲ, τῇ ἐπιούσῃ "διεσπάρη ὁ λαὸς ἄχυρα συλλέξαι" "καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς αὐτῶν", μὴ ποιη σάντων τὸ τῆς ἡμέρας ἔργον· τρίτῃ γὰρ, τῇ ἑξῆς καταβοῶντες υἱοὶ Ἰσραὴλ διὰ τὸ ἀπαιτεῖσθαι ἄχυ ρον, εἰσῆλθε πρὸς Φαραώ. Τετάρτῃ δὲ εὐξάμενος ἐν λόγῳ Κυρίου εἶπε τῷ Ἰσραὴλ, ὅτι" Ἐξάξει ὑμᾶς ἐξ Αἰγύπτου ὁ Θεός"· καὶ οὐ προσέσχον ἐκ πολλῆς ὀλιγωρίας. Πέμπτῃ δὲ, εἰσῆλθε πρὸς Φαραὼ καὶ τὴν ῥάβδον ὄφιν ἐποίησεν· ἕκτῃ δὲ τὸ ὕδωρ εἰς αἷμα μετέβαλεν. Εἶτα ἀνελάβοντο μέχρι τῆς γʹ, καὶ ιʹ ἡμέρας, καὶ ἀνέβη ὁ βάτραχος. Τεσσαρεσκαιδεκάτῃ ἀπέθα νον οἱ βάτραχοι· ιεʹ σκνῖπες γεγόνασι· ι ϛʹ συνέτυχε τῷ Φαραὼ, ὅτι αὔριον μέλλει γίγνεσθαι κυνόμυια, ιζʹ ἦλ θεν ἡ κυνόμυια· ιηʹ ἀπέστη ἡ κυνόμυια, ἐν ᾗ καὶ ἠπειλήθη τῶν κτηνῶν ὁ θάνατος· 83 ιθʹ ἀπέθανον τὰ κτήνη· κʹ δὲ "φλυκτίδες ἀναζέουσαι" γεγόνα 110.165 σιν· καʹ δὲ ἀπειλὴ τῆς ἐσομένης τῇ ἐπαύριον χαλάζης ἐξηνέχθη· κβʹ ἦλθεν ἡ χάλαζα· κγʹ δὲ ἡ ἀκρὶς ἐπῆλ θε, ἐν ᾗ καὶ διὰ προσευχῆς ἤρθη· κδʹ δὲ μέχρι κεʹ τὸ τριήμερον "ἐγίνετο σκότος"· καὶ μετὰ τὰς γʹ ἡμέρας διελύθη. Εἶτα μεθ' ἡμέρας θʹ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν διαταξάμενος περὶ τοῦ Πάσχα· "Οὗτός ἐστιν ὁ πρῶτος μὴν", ὁ παρ' Ἑβραίοις μὲν Νισὰν λεγόμε νος, παρ' ἡμῖν δὲ Μάρτιος, ὥς φησιν ὁ Κύριος· "Ὁ μὴν οὗτος ἀρχὴ μηνῶν ὑμῖν ἐστι πρῶτος· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· "Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον", ἥτις ἐστὶ λ ϛʹ ἡμέρα. Εἶτα μετὰ δʹ ἡμέρας ἐσφάγη τὰ πρόβατα, καὶ πα σχάσαντες ἐξῆλθον, ὡς εἶναι τὴν ̣15ạ μʹ ἡμέραν, καθ' ἣν ἐθανατώθησαν τὰ