θαυμάζων καὶ ἀμειβόμενος εἰκονουργεῖν προθυμεῖται· καὶ στήλην τις ἤδη κατασκευάσας σοι ἐπέγραψε τὸν μειλίχιον. Τοιγαροῦν οὐκέτι μόνος ἐπ' ἀγχινοίᾳ καὶ γνώσει θαυμασθήσεται Σολομὼν οὐδ' ἐπὶ πραότητι ∆αυὶδ διαβοηθήσεται· ἔχουσι γὰρ ἤδη σὲ τὸν ἀνθάμιλλον μηδὲ βραχὺ τοῖς ἐξαιρέτοις τούτων λειπόμενον. Ἀλλ', ὦ πολιοῦχε σκηπτοῦχε καὶ ἀπαράμιλλε, δέχοιο τὸν ἐμὸν λόγον, εἰ καὶ τῆς ἀξίας πολὺ λειπόμενον, ἀλλ' οὖν γε τὴς εὐνοίας καὶ προθυμίας μηδὲν ἐνδέοντα, καὶ ὄναιο τῶν πρὸς θεὸν ἐλπίδων. "ἔντειναί τε καὶ κατευοδοῦ καὶ βασίλευε", πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρὸν καὶ πολέμιον, μηδὲν τῶν δεινῶν ὑφορώμενος, μηδὲν τὸν τῆς ἐναντίας μοίρας διανοούμενος· ἐν γὰρ τῷ ἐλέει πεποιθὼς τοῦ ὑψίστου οὐ σαλευθήση ποτέ. 9 Τῷ αὐτῷ Ἔοικάς μοι, θειότατε βασιλεῦ, ἀφθόνῳ πηγῇ κάτωθεν ἀπὸ τῶν λαγόνων ἀναβλυζούσῃ τῆς γῆς· ὥσπερ γὰρ ἀπ' ἐκείνης ὁ συνεχῶς ἀρδευόμενος δοκεῖ μέν τι λαβεῖν ἀπομειῶσαν τοῦ ῥεύματος, ἀμειαγώγητον δὲ ταύτην ἀφίησι τοῦ ἴσου πληρουμένην νάματος ἀεί, οὕτω δὴ καὶ ὁ ταῖς σαῖς ἀρεταῖς προσάγων εὐφημίας τε καὶ ἐγκώμια δοκεῖ μέν τι τῶν σῶν ὑφελεῖν τοῖς ἐπαίνοις, ἀφαιρεῖται δὲ οὐδοτιοῦν, ἀλλ' ἕστηκεν ἀεί, μᾶλλον δὲ περιχορεύει ὁ κύκλος τῶν σῶν ἀρετῶν ὥσπερ μηδενὸς διελόντος ἢ ἐπαινέσαντος. τὸ δὲ μέγιστον, ὅτι ἐπιρρέεις ἀεὶ καὶ τοῖς ἐμφύτοις ἀγαθοῖς καὶ τοῖς ἐπικτήτοις καὶ ἐπικλύζεις τὸν ἐπαινέτην, ὁ δὲ διαφυγεῖν οὐ δεδύνηται. ἀλλ' εἰ μὲν εἰς ἀνατολὰς ἀναδράμοι καὶ τὰ ἐκεῖσε ἱστορήσει σοι τρόπαια, ἡ ἑσπέρα τοῦτον ἀντισπᾷ καὶ ἀντι[μ]ερίζεται μείζοσιν ἀριστεύμασιν, οἷα δὴ χερσὶν ἐφελκομένη πρὸς ἑαυτήν· ἂν [δὲ] πρὸς τὸ ἀρκτῷον ἀποφεύξηται μέρος, ἡ ἀντίρροπος οἰκουμένη τοῦτον αὖθις χειροῦται, καὶ νικῶσι πάντα ὁμοῦ καὶ νικῶνται, καὶ τὸ κρατοῦν οὐδαμοῦ καὶ τὸ νικώμενον ἄδηλον. Βούλομαι δοῦναι τῇ ἀνατολῇ τὰ τῶν κατορθωμάτων πρωτεῖα, ἀλλ' οἱ ἐπὶ τῆς ἑσπέρας βάρβαροι ἄρδην ἀπολωλότες τοῖς σοῖς βουλεύμασι καὶ ἀγωνίσμασιν ἀφέλκουσί με τῆς τοιαύτης ἐννοίας καὶ κρίσεως. πάλιν πρὸς δύντα μεθαρμοζόμενον ἥλιον ἐπέχει τὸ ἑῷον μέρος πολλοῖς ἀριστεύμασι διαπρέπον καὶ στρατηγήμασι. ἦν ἡ μέση τῶν ποταμῶν μέση βαρβαρικῶν ὡς εἰπεῖν ῥευμάτων καὶ ὁ προχέων ταῦτα ποταμὸς οὐδὲν ἐλάττων Εὐφράτου καὶ Τίγριδος, ἀλλὰ νῦν ὁ μὲν ἀπέψυκται, τὰ δὲ ἐξήρανται, τὸ δὲ χωρίον τοῖς συνήθεσι μόνοις ἄρδεται νάμασιν. ἦν ἡ Περσὶς ἐθνῶν μυριάνδρων ὑποδοχὴ ἀλλοκότων καὶ τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι, παιδιὰν τὰ τῶν Ῥωμαίων ποιούντων καλὰ καὶ ἐπιτρεχόντων ἡμῶν, ὁπότε καὶ βούλοιντο, ἀλλά γε νῦν οὐχ ὅ τι ποιήσουσι δεινὸν ἡμῖν ἐντεθύμηνται, ἀλλ' ὅ τι πείσονται δεδίασι καὶ τῷ σῷ κράτει ὑπέστρωνται. ἑάλωσαν ἡμῖν ἐπὶ τῆς ἑσπέρας φρούρια βαρβάρων στρατεύμασιν, ἀλλὰ προστέθεικέ σοι καὶ ταῦτα θεός. ἡ μεγίστη ποτὲ Ῥώμη καὶ πρεσβυτέρα πρὸς τὴν νεωτέραν διεβασκήνατο καί τινας ἐξανῆψε καὶ ταύτῃ πυ[ρσ]ούς, ἀλλὰ φθάσας ὀξέως καὶ τούτους ἀπέσβεσας καὶ ὥσπερ τινὰ ὀφθαλμὸν τὴν σὴν διετήρησας πόλιν. [...] σύμπασαν ἡγεμονίαν εἰπεῖν ἀνάλωτον ἐθνικοῖς πνεύμασι βαρβαρικοῖς [....]άζης ἐμβαλ[......................]αικίας β[λέμμ]ασιν ἄλλοις δεινόν. σὺ μόνος, βασιλεῦ, θαρρούντως τῷ διαδήματι χρῷ, ταῖς νίκαις γε ἐστεφάνωσαι, σὺ καὶ τῇ τῆς δικαιοσύνης διπλοΐδι κατακεκόσμησαι καὶ τῇ τῆς πραότητος χάριτι κατηγλάϊσαι δικαστὴς ἐν δικάζουσι, νομοθέτης ἐν νομοθέταις, τὰ τοῦ ἄνω γένους λαμπρός, τὰ ἐκ τῆς σῆς ὀσφύος ἐπίσημός τε καὶ περιβόητος, τῇ ῥίζᾳ διαπρεπής-τίς γὰρ αὐτῇ παραπλήσιος; -τοῖς κλάδοις διαφανής, τὰ πρὸς ἀνθρώπους δίκαιος, τὰ πρὸς θεὸν ὅσιος, λιτὸς τὸ φαινόμενον, μεγαλοπρεπὴς τὸ κρυπτόμενον, τὸ μεῖζον οὐκ ἔχω τὸ συγκρινόμενον, κρεῖττον ἀλλὰ καὶ τε[λείας] φύσεως, ὡς πάντας καὶ πᾶσι καὶ μόνος καὶ ὑπὲρ πάντας νικήσας καὶ κρατήσας οὐ βαρβάρων μόνων, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν. 10 Τῷ αὐτῷ Ὁ μὲν χρόνος τῆς δημηγορίας βραχύς, θειότατε βασιλεῦ, ὁ δὲ λόγος τῆς σῆς