μέλλει ὁ θεός». καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, «ἔσωθεν γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». Τί δὲ λέγω περὶ Παύλου καὶ Ἱερεμίου; αὐτός μου ὁ κύριος Ἰησοῦς Χριστός φησι· «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». ταῦτα οἱ ἀκέραιοι ἴσασιν ἐπὶ τὸν τότε μόνον καιρόν, ὅτε ἐμαστίγωσεν αὐτὸν ὁ Πιλᾶτος, ὅτε ἐβουλεύσαντο κατ' αὐτοῦ Ἰουδαῖοι. ἐγὼ δὲ βλέπω τὸν Ἰησοῦν καθ' ἡμέραν «διδόντα τὸν νῶτον αὐτοῦ εἰς μάστιγας». εἴσελθε εἰς τὰς τῶν Ἰουδαίων συναγωγάς, καὶ ἴδε τὸν Ἰησοῦν ὑπ' αὐτῶν τῇ γλώσσῃ τῆς βλασφημίας μαστιγούμενον. ἴδε τοὺς ἀπὸ τῶν ἐθνῶν συναγομένους, βουλευομένους κατὰ Χριστια νῶν, τίνα τρόπον λαμβάνουσι τὸν Ἰησοῦν, κἀκεῖνος «τὸν ἑαυτοῦ νῶτον δίδωσιν εἰς μάστιγας». κατανόει ὑβριζόμενον τὸν τοῦ θεοῦ λόγον, κακολογούμενον, μισούμενον ὑπὸ τῶν ἀπίστων. ὅρα ὅτι «τὰς σιαγόνας ἔδωκεν εἰς ῥαπίσματα», καὶ διδάξας ὅτι ἐὰν τύπτῃ τίς «σε εἰς τὴν σιαγόνα στρέψον καὶ τὴν ἄλλην», αὐτὸς αὐτὸ ποιεῖ. τοσοῦτοι αὐτὸν ῥαπίζουσιν καὶ μαστιγοῦσι, καὶ σιωπᾷ καὶ οὐ λαλεῖ. ἀναγέγραπται γὰρ μὴ λαλῶν ἐν τῷ μαστιγοῦσθαι. καὶ «τὸ πρόσωπον μέχρι τοῦ δεῦρο Ἰησοῦς οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». τίς τῶν ἐξ ευτελιζόντων τὴν διδασκαλίαν οὐχὶ οἱονεὶ ἐμπτύει μέχρι τοῦ δεῦρο τῷ Ἰησοῦ ἀνεχομένῳ; 19.13 Ἠκολούθει τῷ πεπατάχθαι τὸν προφήτην διηγήσα σθαι τοὺς παταχθέντας, ὡς φέρ' εἰπεῖν τὸν ἀπόστολον καὶ εἴ τις ἄλλος πεπάτακται, παραστῆσαι καὶ τὰ περὶ αὐτὸν τὸν Ἰησοῦν. «ἐπά ταξεν» οὖν «Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἦν ἐν τῇ πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου». τοῦ Βενιαμὶν ὁ καταρράκτης ἦν τοῦ ὑπερῴου. τοῦ Βενιαμὶν κληροδοσία ἐστὶν Ἱερουσαλήμ, ἐν ᾗ ὁ ναὸς τοῦ θεοῦ, <ὡς ὁ ἀκοῦσαι δυνάμενος> τῶν θείων ἀναγνωσμάτων εὑρήσει ἐκ τῆς ἀναγεγραμμένης κληρο δοσίας ἐν τῇ τοῦ Ναυῆ. ἐπεὶ οὖν ὁ ναὸς ἦν ἐν τῇ κληροδοσίᾳ τοῦ Βενιαμίν, ὃς ἑρμηνεύεται Υἱὸς δεξιᾶς (οὐδὲν γάρ ἐστιν ἀριστερὸν περὶ τὸν ναὸν τοῦ θεοῦ), διὰ τοῦτο οὗτος βάλλει «εἰς τὸν καταρράκτην ὃς ἦν ἐν πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου οἴκου κυρίου». παρόντος «ὑπερῴου ἐν οἴκῳ κυρίου» «ἔβαλε» τὸν προφήτην «εἰς τὸν καταρρά κτην». καὶ ἡμεῖς παρακαλῶμεν, ἵνα λαβόντες νῦν τὸν Ἱερεμίαν εἰς τὸ ὑπερῷον ἀναβιβάσωμεν «ἐν οἴκῳ κυρίου». ὑπερῷον δὲ τὸν νοῦν τὸν ὑψηλὸν καὶ ἐπηρμένον δείξω <ἐκ> τῆς γραφῆς, ὅτε μαρτυρεῖ τοῖς ἁγίοις ὅτι εἰς τὰ ὑπερῷα τοὺς προφήτας ὑπεδέξαντο. ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται χήρα ὑποδεξαμένη τὸν Ἠλίαν τὸν προφήτην ἐν Σαρέφθοις τῆς Σιδωνίας, ἥτις «εἰς τὸ ὑπερῷον» αὐτῆς ἐξένισε τὸν προφήτην. καὶ ἐν τῇ τετάρτῃ ἡ τὸν Ἐλισσαῖον ὑποδεξαμένη εὐτρέ πισεν αὐτῷ οἶκον εἰς τὸ ὑπερῷον. ὁ δὲ ἁμαρτωλὸς Ὀχοζίας ἔπεσεν ἀπὸ τοῦ ὑπερῴου. καὶ σοὶ δὲ Ἰησοῦς ἐντέλλεται μὴ καταβαίνειν ἐκ τοῦ δώματος. «ὅταν», γάρ φησι, τάδε καὶ τάδε γένηται, «τότε» «ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ». ὁ ἐν τοῖς διωγμοῖς φεύγων οὐχὶ μὴ εἰς δῶμα μὴ ἀναβαινέτω, ἀλλ' ἐκ τοῦ δώ ματος «μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ». Καλὸν οὖν ἐν ὑπερῴοις εἶναι, καλὸν ἐν δώμασιν εἶναι καὶ ἄνω που τυγχάνειν. καὶ οἱ θαυμάσιοι δὲ ἀπόστολοι, ὡς ἐν ταῖς Πράξεσιν ἀναγέγραπται αὐτῶν, ἡνίκα ἐπὶ τὸ αὐτὸ ὄντων αὐτῶν ἐσχόλαζον ταῖς εὐχαῖς καὶ τῷ λόγῳ τοῦ θεοῦ, ἐν ὑπερῴῳ ἦσαν. καὶ ἐπεὶ ἦσαν ἐν ὑπερῴῳ, οὐκ ἦσαν κάτω. διὰ τοῦτο «ὤφθησαν αὐτοῖς διαμεριζό μεναι γλῶσσαι ὡσεὶ πυρός». ἀλλὰ καὶ Πέτρος, ἡνίκα ἀνέπεμπε τὴν εὐχὴν τῷ θεῷ, «ἀνέβη εἰς τὸ δῶμα»· καὶ εἰ μὴ ἀνεβεβήκει εἰς τὸ δῶμα, οὐκ ἂν εἶδεν «ἐξ οὐρανοῦ καταβαῖνον σκεῦος ὡς ὀθόνην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐκ τοῦ οὐρανοῦ». ἀλλὰ καὶ ἡ τὰς ἐλεημοσύνας ποιήσασα «Ταβιθά, ἥτις ἑρμηνευομένη λέγεται ∆ορκάς», κάτω οὐκ ἦν, ἀλλ' «ἐν τῷ ὑπερῴῳ», ὅπου ἀναβὰς Πέτρος ἀνέστησεν αὐτὴν ἀπὸ τῶν νεκρῶν. ἀλλὰ καὶ Ἰησοῦς ταύτην τὴν ἑορτὴν ἧς τὸ σύμβολον ποιοῦμεν τὸ πάσχα μέλλων ἑορτάζειν μετὰ τῶν