39
θαῦμα δηλῶν· ἤγουν ἐξ ἀμοιβῆς ἀντιφωνοῦντα πρὸς ἄλληλα, οὐ διὰ τὸ κάμνειν, διὰ δὲ τὸ τὰς τιμὰς ἀλλήλοις παραχωρεῖν, ἀντιδωρεῖσθαί τε τὰς δοξολογίας· πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ ἅγιος λέγοντες, κατακλείουσι τὴν δοξολογίαν εἰς τὸ, Κύριος Σαβαὼθ, ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Τὴν δὲ μέλλουσαν αὐτοὺς ἐρημίαν καταλαβεῖν ὁ προφήτης μαθὼν, δέδοικε μὴ τῷ πλήθει καὶ αὐτὸς συναπόλοιτο. Καὶ τὴν ἀνθρωπίνην δὲ φύσιν τῇ φανείσῃ παρατιθεὶς, ὡς ἔστι τάλας φησὶ, καὶ τῶν ἰδίων χειλῶν τὴν ἀκαθαρσίαν ὁμολογεῖ, οὐ ψυχῆς, οὐδὲ παντὸς τοῦ σώματος, πλὴν εἰ μὴ τὴν πᾶσαν ἑαυτοῦ φύσιν ἐκ μέρους δηλοῖ, μᾶλλον δὲ τὰ λοιπὰ καὶ τὴν καρδίαν κεκάθαρτο. Οὐ γὰρ ἂν ἴδε τὸν Κύριον, τὰ δὲ χείλη φησὶν ἔχειν ἀκάθαρτα Πόθεν, ἢ ἐκ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας, οἷς ὁμιλῶν ἠναγκάζετο τῆς ἐκείνων μοχθηρίας ἄξια φθέγγεσθαι; οὕτω γὰρ ἦν καθαρὸς, ὡς κἀπὶ σμικρῷ κατανύττεσθαι καὶ ταλανίζειν ἑαυτόν. ∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· καὶ Ἀβραὰμ δὲ θεωρήσας τὸν Κύριον, γῆν καὶ σποδὸν ἑαυτὸν ἀπεκάλεσε, πρότερον μὴ τοῦτο εἰπὼν, ὡς οὐδὲ νῦν Ἡσαΐας τὸ τάλας πρὶν κατανοῆσαι τὸν Κύριον. Οὐδὲ Μωϋσῆς παιδευόμενος τὴν Αἰγυπτίων σοφίαν, καὶ, ὡς εἰκὸς, εὐφυίᾳ καὶ συνέσει τούτους νικῶν, ᾔσθετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ἀλλ' ὅτε ἤκουσε τοῦ χρηματίζοντος, τὴν ἰδίαν φωνὴν ἐμέμψατο. Ὁ μέντοι Μωσέως προσέταξε νόμος μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον· καὶ τοῦτο διὰ πολλῆς ἐτίθεντο φυλακῆς. ∆ιὸ καὶ Πέτρος ἐν τῷ τῆς ἄγρας πλήθει, τῆς Ἰησοῦ δυνάμεως πειραθεὶς, ὅτε κελεύσαντος αὐτοῦ καθῆκε τὸ δίκτυον, Ἔξελθε, φησὶν, ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ἄλλως γὰρ οὐκ ἂν ἠξίωσεν ἀπ' αὐτοῦ τὸν Χριστὸν ἀπελθεῖν. Καὶ οἱ Γεργεσηνοὶ δὲ μετὰ τὴν πεῖραν τῶν τοσούτων θαυμάτων παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων 1937 αὐτῶν, καίτοι κρατεῖν ἔδει μᾶλλον τὸν ἐλαύνοντα δαίμονας, καὶ πάσης νόσου γινόμενον ἰατρόν. Ὅθεν καὶ Φαρισαῖοι, κληθέντος πρὸς σωτηρίαν Ματθαίου, καὶ εἰς τὸν οἶκον ἑαυτοῦ καλέσαντος Ἰησοῦν, ἐπειδὴ πολλοὶ συνῆσαν ἁμαρτωλοὶ καὶ τελῶναι, τοῖς αὐτοῦ μαθηταῖς ἔλεγον· ∆ιὰ τί μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Αἰτιᾶται δὲ καὶ τοὺς ἐξάρχοντας τῶν Ἰουδαίων Θεὸς λέγων, Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον. ∆ι' ὃ καὶ νῦν ὁ προφήτης ὑπὸ τοῦ συνειδότος κατανένυκται, φησὶν, ὅτι τῶν ἁγίων δυνάμεων χείλεσι παναγίοις ὑμνούντων τὸν Κύριον, οὐκ εἶχε σὺν αὐτοῖς ἀνυμνεῖν, εἰδὼς ὡς οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. ∆ιόπερ ἐξέδωκε Σύμμαχος· Οἴμοι, ὅτι ἐσιώπησα. Ἦν μὲν γὰρ ἀκάθαρτος χείλεσιν Ἰσραὴλ, βλασφημήσας τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν. Ὁ δὲ προφήτης πρὸς αἷς εἰρήκαμεν αἰτίαις, μετριάζων ἑαυτὸν συναναμίγνυσιν τῷ λαῷ· τάχα δὲ καὶ τῆς ἀνθρώπου φύσεως τὴν νόσον ὁμολογεῖ, κατὰ ∆αβὶδ εἰρηκότα· "Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης." Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ φύσις, εἰ καὶ νήφοντες ὀλίγοι τοῦτο φεύγειν δεδύνηνται. Ὅτι δὲ χρὴ καθαροῖς χείλεσιν ὑμνολογεῖν τὸν Θεὸν, δηλοῖ τις τῶν μαθητῶν περὶ τῆς γλώσσης εἰπὼν, "Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγονότας. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν ἔτι σαφέστερον εἰπών· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. Σεραφεὶμ ἑστῶτα ἐπάνωθεν. Ἐπειδὴ γὰρ ὁ οὐρανὸς αὐτῷ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὁ ἐπὶ γῆς δὲ ναὸς, ἐν τῷ ὑποποδίῳ αὐτοῦ συνειστήκει· εἰκότως τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον, πρὸς ποδῶν ἐλέγετο τοῦ Θεοῦ. Σεραφεὶμ δὲ εἰστήκει ἐπάνωθεν τοῦ οἴκου. Οὐ γὰρ δὴ τοῦ Κυρίου, ἀλλ' οὐδὲ εἴσω ἦν τοῦ οἴκου (ἦ γὰρ ἂν καὶ αὐτὰ πρὸς τοῖς ποσὶν ἦν τοῦ Θεοῦ), ἀλλ' ἦν ὑπεράνω τοῦ οἴκου περιπολοῦντα τὸν βασίλειον θρόνον. Μὴ ἀγνοῶμεν δὲ ὡς οἶκόν τινες ἔφασαν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, ἐπηρμένον δὲ θρόνον, τὴν ἐπὶ πάντων ἀρχήν. Ἐχρῆν δὲ τούτους προσθεῖναι καὶ πῶς ὁ οὕτω νοούμενος