εἰσερχόμενος δὲ ὁ Πανταλέων μητροπολίτης πρὸς τὸν βασιλέα, ἠρώτησεν αὐτὸν Σαμωνᾶς "εἰς τίνα ἐστὶν ἡ κάκωσις;" ὁ δὲ ἔφη "εἰς σέ· καὶ ἐὰν διέλθῃ Ἰουνίου ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν." τῷ δὲ βασιλεῖ εἶπεν εἰς τὸν δεύτερον ἔχειν τὴν κάκωσιν τῆς σελήνης. ὁ δὲ βασιλεὺς ὑπέλαβε τοῦτο εἰς Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν. μετὰ τοῦτο δὲ ἰδίως ὁ Τζιρίθων τῷ βασιλεῖ εἶπεν ὅτι ὁ Σαμωνᾶς ἐποίησε τὸ πιττάκιον. καὶ εὐθὺς καταβιβάζει τὸν Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ποιεῖ μοναχόν, εἶτα ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου τοῦ πατριάρχου. καὶ πάλιν λοιδορηθέντα ἀπάγουσιν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. καταβιβάζει οὖν τὸν Σαμωνᾶν, ποιῶν Κωνσταντῖνον παρακοιμώμενον· καὶ κτίζει αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ ἀπελθὼν μετὰ Εὐθυμίου πατριάρχου ἐγκαινίζει αὐτήν. ἄξιον δὲ ὀλίγα εἰπεῖν, ποίῳ τρόπῳ ἡ μονὴ τῶν Νοσιῶν ἔκτισται. 25. Οὗτος ὁ Κωνσταντῖνος εἶχε πατέρα γέροντα εὐλαβῆ καὶ φοβούμενον τὸν θεόν, ὃς καὶ ἐν αὐτῷ τῷ τόπῳ τῶν Νοσιῶν προαστίτζην ἐκέκτητο πρὸς τῇ θαλάσσῃ πάνυ μικρόν, ἐν ᾧ καὶ ὕδωρ ἐπὶ δεξαμενὴν ἐκβαλὼν τοῖς ὁδίταις ἐποίει παραψυχήν. ἐν τούτῳ τῷ ὕδατι συνέβη στρατιώτην διέρχεσθαι, καὶ ἀναψύξαντα ἐκβαλεῖν ἅπερ ἐκ δικαίου πόρου εἶχεν νομισμάτων, καὶ ἀριθμῆσαι αὐτά· καὶ ἦσαν εἰς λίτρας τρεῖς ἀριθμούμενα. εἶτα ἀναστάς, οἷα συμβαίνει, τῷ ἵππῳ ἐπιβὰς ᾤχετο τὴν ὁδὸν αὐτοῦ, τὸ χρυ 714 σίον κατὰ τὸν τόπον ἀφείς. ὡς οὖν ἔθος εἶχεν ὁ γέρων, ἐξῆλθεν πρὸς τὴν δεξαμενήν, καὶ εὑρὼν τὸ χρυσίον ἐλυπήθη τὴν τοῦ ἀπολέσαντος ἀθυμίαν· ὅμως ἐν ἑαυτῷ φυλάττων, οὐ διέλιπεν ἀπὸ νυκτὸς εἰς νύκτα εὐχόμενος τῷ θεῷ τοῦτον ἐλθεῖν καὶ ἀπολαβεῖν τὸ ἴδιον. ὁ μέντοι στρατιώτης τὰς πύλας περάσας καὶ ἐπιμνησθείς, ὅμως τι ποιῆσαι μὴ δυνάμενος, τὴν ὁδὸν αὐτοῦ ἀπῄει λυπούμενος. καὶ μετὰ τρίτον ἐνιαυτὸν ἔρχεται πρὸς τὸν τόπον τῶν Νοσιῶν, καὶ τοῦ ἵππου ἀποβὰς αὐτὸν μὲν ἐπότισεν, ἀλλὰ καὶ αὐτὸς πιὼν ἐκάθητο σύννους, καὶ στενάξας εἶπεν ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀπώλεσά μου τὴν ζωήν. τοῦτο ἀκούσας ὁ τίμιος γέρων ἐπηρώτησεν αὐτῷ "τί ἄρα τὸ συμβάν, κύριέ μου;" ὁ δὲ εἶπεν ὅτι ἐνταῦθα ἀπώλεσα νομίσματα. καὶ παρευθὺ καὶ τὸν τόπον ὑπεδείκνυεν, καὶ τὰ σημεῖα τοῦ βαλαντίου καὶ τὸ πόσον ἔλεγεν. καὶ ὁ ἄνθρωπος τοῦ θεοῦ εὐθὺς ἐξέλκει τοῦτο τοῦ κόλπου αὐτοῦ, καὶ φησὶ "γνωρίζεις τοῦτο;" ὁ δὲ ἀφασίᾳ ἐπὶ πολὺ κατασχεθεὶς ὅμως "ναὶ" εἶπεν· "ὅπερ ἀπώλεσα, αὐτό ἐστιν." καὶ φησὶν "ἀπόλαβε αὐτό, πληροφορούμενος ὡς οὐκ ᾔνοιξα αὐτό, οὐδὲ εἶδον τί ἐστιν ἔσωθεν." τοῦτο λαβὼν ὁ ἄνθρωπος, παρακαλῶν λαβεῖν ἐξ αὐτοῦ ὅσα καὶ βούλεται. ὁ δὲ οὐκ ἠθέλησεν τὸ σύνολον. ὅθεν ὁ στρατιώτης ἀπέρχεται τὴν ὁδὸν αὐτοῦ, χαίρων καὶ εὐχαριστῶν τῷ θεῷ. τῆς οὖν νυκτὸς ἐκείνης ὁρᾷ κατ' ὄναρ τὸν Χριστὸν ἐλθόντα καὶ εἰπόντα αὐτῷ "ἀνθ' ὧν οὕτως ἐποίησας εἰς τὸν στρα 715 τιώτην, ἰδοὺ αὔριον ἀκούσεις γενόμενον παρακοιμώμενον τὸν υἱόν σου, καὶ τὸ προάστειόν σου τοῦτο εἰς μονὴν μεγάλην γενησόμενον πρὸς δοξολογίαν ἐμήν. καὶ σὺ δὲ αὐτὸς τὸν ὑπὲρ τούτων μισθὸν κομιεῖς." πρωΐας δὲ γενομένης τὸ μήνυμα ἦλθεν, καὶ μετ' ὀλίγας ἡμέρας τῇ θελήσει τοῦ βασιλέως καὶ τῇ ἐξόδῳ, ὡς εἴρηται, τὸ μοναστήριον ᾠκοδομήθη καὶ ἐνεθρονίσθη. 26. Τῷ αὐτῷ ἔτει, ἐπὶ ὀκτὼ μῆνας τοῦ ναυμαχικοῦ πολέμου τῶν Σαρακηνῶν γενομένου μετὰ Ἱμερίου τοῦ λογοθέτου, στρατηγοῦ ὄντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, ἡττήθη Ἱμέριος καὶ μόλις διεσώθη, πάντων ἐκεῖ σχεδὸν κινδυνευσάντων. μετὰ τοῦτο Λέων ὁ βασιλεὺς νοσεῖ κοιλιακῷ νοσήματι. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ κηρουλαρία τῆς μεγάλης ἐκκλησίας, καὶ ἐκάησαν τὰ χαρτοθέσια πάντα καὶ ἡ σακέλλη. τῇ δὲ ιαʹ τοῦ Μαΐου μηνὸς τελευτᾷ Λέων ὁ βασιλεύς, προχειρισάμενος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφὸν βασιλέα· ὃν ἰδών, ὡς φασίν, εἰσερχόμενον πρὸς αὐτὸν ἔφη "ἴδε καὶ ὁ κακὸς καιρὸς μετὰ ιγʹ μηνῶν," πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Κόσμου ἔτος υζʹ, τῆς θείας σαρκώσεως ζʹ, Ῥωμαίων βασιλεὺς Ἀλέξανδρος σὺν Κωνσταντίνῳ πορφυρογεννήτῳ υἱῷ Λέοντος, ἐνιαυτὸν αʹ ἡμέρας κθʹ. ὁ οὖν Ἀλέξανδρος