De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἔρχεται εἰς τὰς βασιλικὰς πύλας τοῦ αὐτοῦ εὐκτηρίου, δηλονότι καὶ τοῦ ὑποδιάκονος βαστάζοντος τὸν λιτανικὸν σταυρόν. Οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηροὺς καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἀσπάζονται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διάκονος, καὶ παρακρατούμενος ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου, ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας. Ἰστέον ὅτι ἀπὸ μὲν τοῦ Ἁγίου Πέτρου ἐξερχομένης τῆς λιτῆς, λέγουσιν οἱ ψάλται τὸ τροπάριν τοῦ μάρτυρος πρὸς τό· "Λαθὼν ἐτέχθης," ὅπερ ἐποίησε Λέων 1.115 ὁ σοφώτατος καὶ ἀγαθὸς βασιλεύς, εἰσερχομένης δὲ τῆς λιτῆς εἰς τὸ Χρυσοτρίκλινον, ἀπάρχονται τὸ τροπάριν τῶν ἐγκαινίων, ἤγουν τό· "∆όξα σοι, Χριστὲ ὁ Θεός, ἀποστόλων καύχημα." Καὶ διερχόμενος, ὅθεν κἀκεῖσε ἀπῄει, διέρχεται διὰ μέσον τοῦ Χρυσοτρικλίνου, καὶ ἐξέρχεται μετὰ τῆς λιτῆς τὰς ἀνατολικὰς πύλας, καὶ οἱ μὲν μάγιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ἵστανται ἀντικρὺ τοῦ ναοῦ τοῦ Ἁγίου ∆ημητρίου, ἤγουν τοῦ ἀριστεροῦ μέρους, οἱ δὲ τοῦ κουβουκλείου κατὰ ἀνατολικὰς τοῦ ἡλιακοῦ, οἱ δὲ δεσπόται μετὰ τοῦ πατριάρχου ἐν τῷ προπυλαίῳ τῆς ἐκκλησίας, καὶ τῆς εἰωθυίας ἀκολουθίας τελεσθείσης, ἤγουν τῶν ἐγκαινίων, γίνεται ἡ εἴσοδος. Καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, οἱ δὲ δεσπόται, διερχόμενοι μέσον τῆς ἐκκλησίας, ἐξέρχονται καὶ ἵστανται ἐν τῷ ἐκεῖσε Τετρασέρῳ, ἐκδεχόμενοι τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν. Μετὰ δὲ τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν, ἐξερχόμενοι τὰς ἀργυρᾶς τοῦ μάκρωνος πύλας, ἀπαλλάσσουσι τὰς τούτων χλαμύδας, καὶ εἰσερχόμενοι καθέζονται ἐπὶ τοῦ Χρυσοτρικλίνου, καθὼς εἴθισται αὐτοῖς, καὶ μετὰ μικρὸν δίδονται μίνσαι. Τῇ αὐτῇ δὲ ἡμέρᾳ συνεστιῶνται τῷ πατριάρχῃ καὶ τοῖς μητροπολίταις καὶ τῇ συγκλήτῳ, οἷς ἂν κελεύσωσιν. 1.116 ΛΑʹ (ΚΒʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῆς Ὑψώσεως τῶν τιμίων ξύλων. προέρχονται οἱ τοῦ κουβουκλείου, πατρίκιοί τε καὶ δομέστικοι καὶ οἱ λοιποὶ ἅπαντες ἄρχοντες ἀπὸ σκαραμαγγίων ἐν τῷ Σπαθαρικίῳ ὥραν ἐννάτην ἢ καὶ δεκάτην νυκτός· καὶ μέλλοντος τοῦ βασιλέως ἐξέρχεσθαι, ἀνοίγεται ἡ πύλη τοῦ Σπαθαρικίου, καὶ τῶν ἀρχόντων τοῦ κουβουκλείου εἰσελθόντων καὶ τὰ σαγία αὐτῶν φορούντων, προσκυνοῦσι τὸν βασιλέα· ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπ' αὐτῶν, ἐξέρχεται. Οἱ δὲ πατρίκιοι ἅμα τῶν δομεστίκων ἐκδέχονται τὸν βασιλέα ἔξω τῆς πύλης τοῦ Σπαθαρικίου, ὡσαύτως καὶ οἱ βασιλικοὶ προσκυνήσαντες διέρχονται ἔμπροσθεν τοῦ βασιλέως· ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν βασιλικῶν, διέρχεται διὰ τῆς Μανναύρας καὶ τῶν ἀνωτέρων αὐτῆς διαβατικῶν, καὶ διὰ τῆς ξυλίνης σκάλας ἀνελθών, εἰσέρχεται ἐν τοῖς κατηχουμενίοις τῆς Μεγάλης Ἐκκλησίας, εἶθ' οὕτως ἅψας κηροὺς καὶ εὐξάμενος, παρακύπτει ἐν τοῖς δεξιοῖς μέρεσιν. Ἔπειτα ἀλλάσσουσιν οἱ τοῦ κουβουκλείου ἄρχοντες, οἱ δὲ κουβικουλάριοι τὰ καμίσια αὐτῶν καὶ μόνον, οἱ δὲ πατρίκιοι χλανίδια λιτά. Εἶτα κελεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ προσκαλεῖται ὁ πατριάρχης, καὶ ὀλίγον μετὰ τοῦ βασιλέως καθεσθεὶς ἐξέρχεται, καὶ ἄπεισιν ἐν τῷ μικρῷ σεκρέτῳ, ἔνθα πρόκεινται τὰ τίμια 1.117 ξύλα, ἐκδεχόμενος τὸν βασιλέα. Ἀρχομένης δὲ τῆς ἐκκλησίας τό· "∆όξα ἐν ὑψίστοις Θεῷ", ἀπέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου εἰς προσκύνησιν τῶν τιμίων ξύλων, καὶ προσκυνήσας τὰ τίμια ξύλα, ἐξέρχεται ἐν τῷ μεγάλῳ σεκρέτῳ, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ πατριάρχης κηρίον λιτανίκιν ἄνευ φιαλίου. Ἐν δὲ τῷ αὐτῷ σεκρέτῳ δέχονται τὸν βασιλέα οἱ πατρίκιοι ἅμα τῇ συγκλήτῳ, βαστάζοντες κηρία ἄνευ φιαλίων, οὐ πίπτουσι δέ· εἶτα ὁ βασιλεὺς μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ πατρικίων καὶ πάσης τῆς συγκλήτου, ὀψικεύων τὰ τίμια ξύλα, κατέρχεται διὰ τοῦ μεγάλου κοχλιοῦ, καὶ ἐκκλίνας τὸ εὐώνυμον μέρος, διέρχεται διὰ τοῦ διδασκαλείου, ἔνθα ἐπιγέγραπται τὰ πασχάλια, καὶ τὰ βάθρα κατελθών, εἰσέρχεται διὰ τῆς μεγάλης πύλης τοῦ νάρθηκος, καὶ τὰς βασιλικὰς πύλας καταλαβών, ἵσταται, ἐπιδοὺς τῷ πραιποσίτῳ κηρίον, ὅπερ κατέχει, καὶ ἕτερα παρ' αὐτοῦ λαβὼν καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ τῆς καταστάσεως. Ἔπειτα λαμβάνει τὸ λιτανίκιν αὐτοῦ πάλιν παρὰ τοῦ