τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς ∆αβὶδ πληροφορήσει λέγων· "ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. με θυσθήσονται ἀπὸ πιότητος καὶ τὸν χειμάρρουν τῆς τρυφῆς ποτιεῖς αὐτούς". ἡ σοφία δὲ πάλιν "τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κεράσασα" καὶ προθεῖσα τοὺς ἄρτους· "ἔλθατε", φησίν, "φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν". 292 Mt 26, 31 Ἐταράχθησαν οἱ μαθηταὶ οὐχ ὡς ἐλαφροί τινες, ἀλλ' ὅτι πολλῆς ἔγεμεν ἀπορίας τὸ πρᾶγμα καὶ δυσκατάληπτος ἦν ἡ γνῶσις τοῦ μυστη ρίου τούτου, πῶς ὁ τοὺς νεκροὺς ἀναστήσας καὶ μυρία ποιήσας σημεῖα ὑπὲρ ἄνθρωπον εἰς οὕτως ἄτιμον παρεδόθη θάνατον. οὗτος δὲ ἦν ὁ διὰ τοῦ προφήτου εἰρηκὼς "πατάξω τὸν ποιμένα". διὸ καὶ ὁ ∆αβίδ φησιν πρὸς τὸν πατέρα, "ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν". πλὴν οὐ πάντη τοῦτο καὶ πάντως γέγονεν βουλήσει τοῦ πατρός, ἀλλ' ἤθελε μὲν μὴ παθεῖν αὐτόν, εἴγε προσεδέξαντο οἱ Ἰουδαῖοι. ἐπειδὴ δὲ οὐ προσήκαντο, ἀλλ' ἠθέλησαν φονεῦσαι, συγκατέθετο ὁ πατὴρ τῷ υἱῷ τοῦτο παθεῖν ἑλομένῳ. διὸ καὶ λέγεται, ὅτι ὁ πατὴρ ἐπάταξε "τὸν ποι μένα", ἐπειδήπερ εἴασεν αὐτὸν παθεῖν δυνάμενος κωλῦσαι μὴ παθεῖν. οὕτω δὲ νοητέον καὶ τὸ εἰρημένον πρὸς Πιλᾶτον ὑπὸ Χριστοῦ, ὅτι "οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν", ἀντὶ τοῦ μὴ συνῄνεσεν ὁ πατὴρ ἑλομένῳ μοι παθεῖν. 293 Mt 26, 32 Οὐκ ἀφῆκε τοὺς μαθητὰς μέχρι τῶν σκυθρωπῶν μεῖναι, προ αναγγέλλει δὲ τὴν ἀνάστασιν λύων αὐτῶν τὴν λύπην καὶ ἐπαγγέλλεται προλαμβάνειν αὐτοὺς εἰς τὴν Γαλιλαίαν, δι' οὗ σημαίνει, ὅτι μέλλει ἀποφοιτᾶν τῶν Ἰουδαίων καὶ εἰς τὰ ἔθνη μεταχωρεῖν. οὐκ ἀπ' οὐρανοῦ φαίνεται εὐθέως-διὸ καὶ ἐκεῖ ἐφάνη. 294 Mt 26, 37-38 λυπεῖται δὲ ὡς ἄνθρωπος καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος ἴδια ποιεῖται ὁ ἀπαθής. ἐπειδὴ τὰ τῆς ἀνθρωπότητος κοινά ἐστιν αὐτῷ, ὥσπερ καὶ τὰ μόνῃ τῇ θεότητι πρέποντα κοινά πως γέγονε τῇ σαρκὶ διὰ τὴν ἄρρητον καὶ ἀνέκφραστον ἕνωσιν, καὶ μὴ σκανδαλιζέτω τινὰ τὸ συμβάν· ἡ γὰρ πρὸς σάρκα σύνοδος τοῦ λόγου παθοῦσα τὰ ἑαυτῆς βε βαιώσει καλῶς ἐν ἡμῖν τῆς ἐνανθρωπήσεως τὸ μυστήριον. 295 Mt 26, 39 Ποτήριον ἐν τούτοις τὴν διὰ τοῦ θανάτου κατακάρωσιν ἀποκαλεῖ καὶ τὴν οἱονεὶ πρὸς ὕπνον κατακοιμίζουσαν μέθην. τό γε μὴν παρ αιτεῖσθαι πιεῖν αὐτό, τοῦτ' ἔστιν τὸ μὴ σφόδρα καθ' ἡδονὴν ποιεῖσθαι τὸ παθεῖν, τῆς τῶν σταυρωσάντων δυσσεβείας κατηγορεῖ· οὐ γὰρ δήπου φαῖεν ὡς ἐπείπερ εἵλετο παθεῖν ὑπουργοὶ μᾶλλον ἡμεῖς τοῦ θελήματος· διελέγξει γὰρ αὐτοὺς ψευδομυθεῖν ἑλομένους ἡ παραίτησις. 296 Mt 26, 42-44 Ἐπιτείνει τὴν προσευχὴν καὶ διὰ τῶν αὐτῶν ἐξυφαίνει λόγων ὑποτύπωσιν καὶ ὑπογραμμὸν τὰ καθ' ἑαυτὸν ἡμῖν παρατιθείς· οἶμαι γὰρ δεῖν οὐχὶ μίαν ἡμᾶς τὸ κατὰ προθυμίαν <προσευχὴν προσάγειν>, προσιέναι δὲ μᾶλλον συχνῶς καὶ ταυτολογοῦντας οὐκ ἐρυθριᾶν ἄχρις ἂν ἡμῖν εἰς πέρας ἐξοίχοιτο τὰ αἰτήματα· διὰ γὰρ τοῦτο καὶ τρίτην εὐχὴν περὶ τῶν αὐτῶν ἐποιεῖτο Χριστὸς καίτοι μάλα σαφῶς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιστάμενος βούλησιν· μᾶλλον δὲ διὰ τοῦ τρίτου ἐβεβαίου, ὅτι ἄνθρωπος γέγονεν. 297 Mt 26, 47-50 Τάχα που ᾠήθη ὁ Ἰούδας δύνασθαι λαθεῖν φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ δόλου καὶ ἀγάπης ὄργανον τὴν ἐξαίρετον ἀρετὴν ἀποφαίνειν προσδοκῶν, προσετίθει δὲ καὶ τὸ χαῖρε ῥαββί. χαῖρε λέγεις τῷ παγιδευθέντι πρὸς θάνατον διὰ σοῦ; οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; ἀλλ' ἦν ἐντεῦθεν ἰδεῖν, ὅτι τὸν ψεύστην ἔχων ἐν ἑαυτῷ, τοῦτ' ἔστιν τὸν σατανᾶν καὶ χαῖρε λέγων ἐψεύδετο. καὶ τὸ φιληθῆναι κατεδέξατο ὁ Χριστός-καὶ τῆς ἡμερότητος θηρίου παντὸς χαλεπώτερος γέγονεν. 298 Mt 26, 53