εὐφημίας πολὺς καὶ ὅλῳ τῷ χρόνῳ παραμετρούμενος. πῶς ἂν οὖν ἐν ὀλίγῳ τὸ πᾶν συλλάβοιμι; ἐρῶ τοιγαροῦν ὀλίγον τῶν σῶν ἀρετῶν, καὶ τοῦτο ἐπὶ κεφαλαίῳ, ἵνα καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ τὸ εἰκὸς ἀποθῶ. Σοί, βασιλεῦ, καὶ τὸ πατρῷον γένος ἐπίσημον ἄνωθεν καὶ τὸ [μητρ]ῷον [οὐχ] ἧττον πρὸς τοῦτο ἀνθαμιλλώμενον καί, τοιούτων σοι παραδειγμάτων ἐκ τοῦ γένους ἐφεστ[ηκότων], καλλίοσιν αὐτοῦ διεζωγράφησας χρώμασιν· ἀνδρείᾳ μὲν ψυχῆς ὑπερβάλλων ἐκεῖνα, μακρ[ᾷ δὲ] σωφροσύ[νῃ] τοῖς ἄλλοις ἀσύγκριτος γεγονώς, φρονήματι δὲ γενναίῳ μηδενὶ δεδωκὼς ὑπερβάλλειν, δικαιοσύνης δὲ στάθμῃ τὴν γεωμετρικὴν νικήσας ἰσότητα. ταῦτά σε καὶ πρὸ τοῦ κράτους ὑπερφυῶς τῷ κράτει κατάλληλον ἔδειξε καὶ μετὰ τὸ κράτος ἐκόσμησε μεγαλοπρεπῶς, ὥσπερ ἐπίγειον ἥλιον διφρ[ευτὴν] τῷ σύμπαντι ἐπιτάξαντα, οὐ τῷ σώματι κινούμενον καὶ μετατιθέμενον, ἀλλὰ τῇ τῆς γνώμης ὀξύτητι [καὶ] τῷ συντ[όμ]ῳ καὶ συντόνῳ φρονήματι. Ἔνθεν τοι τὴν οἰκουμένην διώδευσας σύμπασαν, ἵνα μὴ λέγω τὴν [γῆν] κατὰ τῶν βαρβάρων, τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ ὅρους ἀκινήτους ἐπιτιθείς, τοῖς δ' ἄλλο τι ποιῶν, ἵν' ἡ σὴ πόλις ἐλευθέρῳ τρυφᾷ τῷ σχήματι. ἔφριξέ σε ὁ Πέρσης διὰ τῶν ἔργων ἰδών, ὑπεστάλη ὁ Βαβυλώνιος, ὁ Τοῦρκος ἅπαξ μανεὶς ἔστη τῆς λύττης καὶ τὴν σὴν αἰχμὴν δέδοικε τῶν τῆς Περσίδος ὀρίων προλάμπουσαν. ἀπέσβησαν καὶ οἱ ἐπὶ μέρη πυρσοὶ καὶ ἡ βροντῶσα τῶν βαρβάρων ἠχὼ καὶ ὁ πολὺς ἐκείνων σεισμὸς καὶ ὁ κεραυνὸς νῦν ἀθρόον καὶ παρὰ δόξαν πέπαυται καὶ σεσίγηται. καὶ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά με οἱ πρὸς τῷ Ἴστρῳ Σκύθαι ἀνθέλκουσιν, ὅλῳ μὲν ἔθνει ἐφ' ἡμᾶς συρρέοντες, ὅλῳ δὲ πλήθει τὴν γῆν ἐξάπινα ὑποδύντες. τινὰ τρόπον σοῦ Μωσαϊκὰς χεῖρας ὑψοῦντος καὶ τὸν σταυρὸν οὐ προτυποῦντος μέν, δεικνύντος δὲ καὶ πόρρωθεν ἐπισείοντος ὡς ἄμαχον ἀμυντήριον-ἐρῶ τι καὶ τῶν ἀπορρήτων- γεγόνασί σοι τὰ κρύφια δάκρυα βέλη τούτοις ἀπρόοπτα, καὶ πληττόμενοι μὲν ᾐσθάνοντο, τὸν δὲ τῆς πληγῆς τρόπον οὐκ ᾔδεισαν. Καὶ ταῦτα μὲν οὕτως. τὰ δὲ τῆς πολιτείας ὁποῖα; διαφορῶν λύσεις παράδοξοι καὶ δικῶν τρόποι παραδοξότεροι. νῦν πρώτως ἀνεῴγασι τὰ ἀνάκτορα, ὥσπερ ὁ τοῦ κυρίου νυμφών, πλουσίοις ἅμα καὶ πένησι, καὶ ὁ τἆλλα δειλός σε μόνον θαρρεῖ καὶ τὸ κράτος οὐχ ὑποστέλλεται καὶ τῆς δικαιοσύνης τυχὼν ἄπεισι γεγηθώς. διὰ ταῦτά σε θεὸς πολύχουν σπόρον πεποίηκε, καὶ πολύκαρπος μὲν ἡ καλάμη καὶ οἵα οὐκ ἄλλη, ἁδρὸς δὲ καὶ πολὺς ὁ καρπὸς καὶ τὸ θέρος χρυσοῦν καὶ τῷ ὄντι βασιλικόν, καὶ εὐκληματοῦσα μέν σου ἡ ἄμπελος, οἱ δὲ βότρυες ὡραῖοι ξύμπαντες καὶ οἱ ὄμφακες καὶ οἱ περκάζοντες. καὶ ὄναιο σὺ ἐπὶ πλεῖστον καὶ τῆς καλάμης καὶ τοῦ καρποῦ καὶ τῆς ἀμπέλου καὶ τῶν βοτρύων, ἀσύγκριτε πρὸς πάντας καὶ ἀπαράμιλλε βασιλεῦ. 11 Ἐγκώμιον εἰς τὴν δέσποιναν Ἔδει ποτὲ τὴν εὐδαίμονα ταύτην πόλιν καὶ λαμπροτάτην, ὦ θειοτάτη βασίλισσα, τὸν οἰκεῖον κόσμον ὅλον ὅλην ἀπολαβεῖν καὶ τούτῳ λαμπρυνθῆναι τέλεον καὶ τῶν ἀπ' αὐτοῦ λαμπηδόνων ἱκανῶς ἐμφορηθεῖσαν καὶ τοὺς ἄλλους ἅπαντας τῆς αὐτῆς μετόχους ἀναδεῖξαι λαμπρότητος. οὐδὲ γὰρ ἂν ὁ τῶν ἀγαθῶν παροχεὺς καὶ πρύτανις τῆς ἁπάντων σωτηρίας καὶ τῶν μὲν λυπηρῶν σκεδαστής, τῶν δ' ἀγαθῶν εἰσαγωγεὺς καὶ δοτὴρ ἐπὶ τοσοῦτον ὁρᾶν ἠνέσχετο τοὺς αὐτῷ θαρροῦντας τῷ τῶν χαλεπῶν ἐπηλυγαζομένους βυθῷ καὶ τῇ τῶν λυπηρῶν πληθύϊ κατισχημένους. διὰ τοῦτο κέρας ἤγειρε σωτηρίας ἐπὶ τὸν λαὸν αὐτοῦ κατὰ τὸν θεῖον φάναι ∆αυίδ, καὶ πόρρω ποι τῶν ἡμετέρων ψυχῶν, μᾶλλον δὲ τῆς μεγαλοπόλεως ταύτης, τὴν ἀχλὺν ἀπελάσας καὶ τὴν σκοτόμαιναν τὴν χαρὰν ἀντεισῆξε καὶ τὴν φαιδρότητα. Ἄρτι γοῦν μοι