μαθητῶν, πυνθανο μένων αὐτῶν· «ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα», εἶπε· «πο ρευομένων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολουθήσατε. ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον, σεσαρωμένον, ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε τὸ πάσχα». οὐδεὶς οὖν πάσχα ποιῶν ὡς Ἰησοῦς βούλεται, κάτω ἐστὶ τοῦ ἀναγαίου. ἀλλὰ εἴ τις ἑορτάζει μετὰ τοῦ Ἰησοῦ, ἄνω ἐστὶν ἐν ἀναγαίῳ μεγάλῳ, ἐν ἀναγαίῳ σεσαρωμένῳ, ἐν ἀναγαίῳ κεκοσμημένῳ καὶ ἑτοίμῳ. ἐὰν δὲ ἀναβῇς μετ' αὐτοῦ, ἵνα ἑορτάσῃς τὸ πάσχα, δίδωσί σοι τὸ ποτήριον τῆς δια θήκης τῆς καινῆς, δίδωσί σοι καὶ τὸν ἄρτον τῆς εὐλογίας, τὸ σῶμα ἑαυτοῦ καὶ τὸ αἷμα ἑαυτοῦ χαρίζεται. διὰ τοῦτο παρακαλοῦμεν ὑμᾶς· «ἀναβαίνετε εἰς ὕψος, αἴρετε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν». κἀμοὶ δέ, ἐὰν διδάσκω τὸν θεῖον λόγον, φησὶν ὁ λόγος· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε». ταῦτα διὰ τὸν Πασχώρ, ὅτι παρακειμένου «ὑπερῴου ἐν τῷ οἴκῳ κυρίου ἐν πύλῃ Βενιαμίν», οὐκ εἰς τὸ ὑπερῷον ἀνεβίβασε τὸν προφήτην, ἀλλὰ «ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην» κάτω. 19.14 «Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερε μίαν ἐκ τοῦ καταρράκτου». ὦ κύριε Ἰησοῦ, πάλιν ἧκε, σαφήνιζέ μοι καὶ ταῦτα καὶ τοῖς ἐληλυθόσιν ἐπὶ τὴν πνευματικὴν τροφήν. πῶς «τῇ ἐπαύριον» ἐξάγει αὐτὸς «τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου»; ὅσον μὲν γὰρ ἐνέστηκεν ἡ σήμερον ἡμέρα (σήμερον δέ ἐστι πᾶς οὗτος ὁ αἰών), [ἐὰν] εἰς τὸν καταρράκτην κάτω βάλλει τὸν προφήτην ὁ ἁμαρ τωλός· ἐὰν δὲ παύσηται ἡ ἐνεστῶσα ἡμέρα καὶ ἡ αὔριον ἔλθῃ, τότε αὐτὸν ἐξάγει μετανοήσας ἀπὸ τοῦ καταρράκτου. εἶτα λέγει αὐτῷ ὁ Ἱερεμίας, ἃ πείσεται ὁ Πασχώρ. τί λέγει αὐτῷ; «οὐ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου ἀλλ' ἢ Μέτοικον. διότι τάδε λέγει κύριος». μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ. παραδίδοται γὰρ τῷ Ναβουχοδονόσορ καὶ εἰς τὴν Σύγχυσιν ἄπεισι καὶ κολάζεται ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ, ἐπεὶ «ἔβαλε τὸν προφήτην εἰς τὸν καταρ ράκτην». τίνες οὖν οἱ φίλοι τοῦ Πασχὼρ τοῦ ἐπωνύμου τῆς Μελανίας τοῦ στόματος; πάντες οἱ τοὺς λόγους αὐτοῦ παραδεξάμενοι, <οἱ> συμ μελανωθέντες τῷ στόματι αὐτοῦ τῷ μεμελανωμένῳ, οἱ δόγματα με λανότητος παραδεξάμενοι. «καὶ πεσοῦνται μαχαίρᾳ ἐχθρῶν αὐτῶν». οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι, οὗτοί εἰσιν οἱ τὰς μαχαίρας ἔχοντες καὶ ποιοῦντες πίπτειν αὐτούς· περὶ ὧν ὁ λόγος προφητεύει καί φησι· «καὶ οἱ ὀφθαλμοί σου ὄψονται». ταῦτα, φησί, τὰ προφητευόμενα «ὄψονταί σου οἱ ὀφθαλμοί». «Καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος». ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλὸς ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ. καὶ ὁ βασιλεὺς Βαβυλῶνος παραλαμβάνει τοὺς ἁμαρτάνοντας. βασιλεὺς δὲ Βαβυλῶνος κατὰ μὲν τὴν ἱστορίαν Ναβουχοδονόσορ, κατὰ δὲ τὴν ἀναγωγὴν ὁ πονηρός. τούτῳ δὲ παραδίδοται ὁ ἁμαρτωλός, ἐπεί ἐστιν ἀμφότερα καὶ ἐχθρὸς καὶ ἐκδικητής. ὅτι δὲ αὐτῷ παραδίδοται ὁ ἁμαρτωλός, Παῦλός σε διδαξάτω, ὅπου μὲν λέγων περὶ Φυγέλου καὶ Ἑρμογένου· «οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασ φημεῖν», ὅπου δὲ περὶ τοῦ πεπορνευκότος· «συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ, κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ». οὐκοῦν παραδίδοται ὁ Πασχὼρ οὗτος, ἡ τοῦ στόματος Μελανία, εἰς χεῖρας τοῦ βασιλέως τῆς Βαβυλῶνος καὶ μετοικίζουσιν αὐτὸν εἰς Βαβυλῶνα. «Καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίρᾳ. καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης». εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται περὶ τῆς Ἱερουσαλὴμ ταῦτα· παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται ταῦτα περὶ «τῆς πόλεως ταύτης», ἐν τοῖς κατὰ τὸν σωτῆρα χρόνοις παραδοθείσης τοῖς πολεμίοις. καὶ εἰς αἰχμαλωσίαν