40
οἶκος ἐπληρώθη καπνοῦ. ιγʹ. 9Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου9, κ.τ.λ. Τῷ μὲν Ἱερεμίᾳ εἰρηκότι· "Ὁ ὢν, ∆έσποτα Κύριε, ἰδοὺ, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ 1940 εἰμι," ἐξέτεινε Κύριος τὴν αὑτοῦ χεῖρα, καὶ ἥψατο τοῦ στόματος αὐτοῦ πληρῶν τῆς προφητικῆς αὐτὸ χάριτος, ἐπείπερ οὐκ ἐδεῖτο καθάρσεως. Νῦν δὲ τῷ δεομένω ταύτης, οὐχ ὁ Κύριος, ἓν δὲ τῶν Σεραφεὶμ προσάγει τὸν ἄνθρακα τὸν καθάρσιον, ὅθεν εἰκότως τὴν, ἐμπρησταὶ, ἤγουν ἐμπιπρῶντες, προσηγορίαν ἠνέγκαντο. ∆ι' ὃ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· "Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα." Καθαρτικοὶ γάρ εἰσι τῶν δεομένων καθάρσεως. Πληροῖ δὲ τὸ ἑαυτοῦ θυσιαστήριον ἀνθράκων καθαρτικῶν ὁ Θεὸς, δι' ὅ πού φησιν· Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Καὶ πῦρ καταναλίσκον τὸν Θεὸν ἐκάλει Μωσῆς. Βαπτίζει καὶ ὁ Σωτὴρ ἁγίῳ Πνεύματι καὶ πυρί. Οὐκ ἔστι γὰρ καθαρθῆναι, πλὴν διὰ τοῦ θείου πυρός. Ὁποῖον γάρ ἐστιν ἑκάστου τὸ ἔργον, τὸ πῦρ αὐτὸ δοκιμάσει. Καὶ σωθήσεται δὲ, φησὶν, ὡς διὰ πυρός. Μή ποτε δὲ Χριστοῦ σύμβολον ληπτέον τὸν ἄνθρακα, ὃς ξύλον μέν ἐστι τῇ φύσει, πλὴν ὅλος δι' ὅλου μεμέστωται τοῦ πυρὸς, οὗ καὶ τὴν δύναμιν ἔχει καὶ τὴν ἐνέργειαν. Παρεικάζειν δὲ φιλεῖ πυρὶ καὶ τὸν Θεὸν ἡ θεία Γραφή. "Γέγονε δὲ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Ἐν τῷ Χριστῷ γὰρ πᾶν τὸ τῆς θεότητος κατῴκηκε πλήρωμα, κατὰ τὸν τῆς ἑνώσεως τρόπον. Θαυματουργὸς ἐντεῦθεν καὶ τοῦ Σωτῆρος ἡ σάρξ. Ἥψατο γοῦν τῆς σοροῦ καὶ ἀνέστησε τὸν τῆς χεῖρας υἱόν. Καὶ πτύσας, τὸ βλέπειν χαρίζεται, ὃς περικαθαίρει τὰ χείλη γινόμενος ἐν αὐτοῖς, ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. ∆ιὸ καὶ Παῦλός φησιν· "Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστιν τὸ κήρυγμα τῆς πίστεως, ὃ κηρύσσομεν," καὶ τὰ ἐπὶ τούτοις. ∆ι' αὐτοῦ γὰρ ὁ τῆς ἁμαρτίας ἐκτήκεται ῥύπος, γινόμεθά τε τῷ πνεύματι ζέοντες. Αὐτοῦ γὰρ ἡ σὰρξ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ ∆αβὶδ δέ φησι· "Πεπυρωμένον τὸ λόγιον σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό·" τῆς ἐντεῦθεν ἐνεργείας αἰσθόμενος. Συγγενὲς δὲ τούτου τὸ πῦρ τὸ ἐπὶ τῆς βάτου καὶ τοῦ Χωρήβ· τοιούτῳ πυρὶ Κλεώπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς. Τοιοῦτον Ἱερεμίας ἔλαβε πῦρ, δι' ὃ καὶ ἔλεγεν· "Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρ' εἶναι πάντοθεν." Τοῦτο καὶ ὁ Σωτὴρ ἐπὶ τὴν γῆν ἦλθεν βαλεῖν. "Καὶ τί θέλω, φησίν; ἀλλ' ἤδη ἀνήφθη." Τοῦτο τὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνει τὸ Σεραφείμ. Χωρίον δὲ τοῦτο καθαρισμοῦ ψυχῶν ἐπουράνιον, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Αὖται μέντοι τῆς πρεπούσης ἑκάστῃ παρὰ Θεοῦ τιμῆς ἀπολαύουσαι ὑπὸ ζυγὸν ὑπάρχουσιν ἕνα· νεύμασι γὰρ ὑπηρετοῦσι ∆εσποτικοῖς, ἐν μέρει τιμῆς τὴν δουλείαν δεχόμενα. ∆ιὸ καὶ νῦν 1941 τὸ Σεραφεὶμ τῇ τοῦ προφήτου καθάρσει διακονεῖ, λαμβάνον τῇ λαβίδι τὸν ἄνθρακα, τὸ σέβας ἐμφαῖνον, ὅπερ ἔχει πρὸς τὸ θυσιαστήριον, χειρὶ μὴ τολμῆσαν ἐφάψασθαι. Ἀληθινὸν γὰρ ἦν τὸ πῦρ, ἀλλ' οὐκ ἀλλότριον, ᾧ Ναβὰδ καὶ Ἀβιοὺδ κατεκάησαν. Τοῦτο γὰρ ὡς μὴ καῖον τοῖς χείλεσιν τοῦ προφήτου προσάγεται. Οὗτο νῦν διὰ τὸ καυστικὸν ἡ λαβὶς, ἀλλὰ δηλοῖ τὴν ἐν ἑκάστῳ τυγχάνουσαν ἐπιτηδειότητα πρὸς τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς τὸ καλὸν οἰκειώσεως. Ἢ, ὅτι τὴν ἐπὶ Χριστῷ πίστιν καὶ γνῶσιν, καθάπερ τινὶ λαβίδι, δεχόμεθα διὰ νομικῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ὧν ταῖς μαρτυρίαις οἱ ἀπόστολοι τοὺς ἰδίους λόγους ἐπισφραγίζοντες, ἔπειθον τοὺς ἀκούοντας, τὸν ἄνθρακα τοῖς αὐτῶν προσάγοντες χείλεσιν, καὶ τὴν πίστιν ὁμολογῆσαι παρασκευάζοντες· ὃν ὁ προφήτης δεξάμενος θαῤῥεῖ, μηκέτι λέγων· Τάλας ἐγώ· ἀποστολῇ δὲ τῇ παρὰ τοῦ φανέντος ἐπιτρέχων αὐτόματος. Τοσοῦτον δύνανται δυνάμεις λειτουργικαὶ πεμπόμεναι πρὸς τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οὐκ αὐθεντικῶς, οὐδὲ αὐτεξουσίως παραγινόμεναι.