ἀποστείλας εὐθὺς ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν καὶ ἐνεθρόνισεν αὐτόν, καταγα 716 γὼν Εὐθύμιον, ὃν καὶ εἰς τοῦ Ἀγαθοῦ ἐξορίσας μετ' ὀλίγας ἡμέρας εἰς Μαγναύραν ἤνεγκεν, καὶ σελέντιον καὶ σύνοδον ἐκεῖ ποιήσας, τὴν καθαίρεσιν αὐτοῦ ποιοῦσιν, ἀτίμως τίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου ἐκείνου ἀνδρὸς τὴν γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες, ἃς ἡσύχως καὶ πράως ὁ ἱερὸς ποιμὴν οὗτος ὑπέμεινε. καὶ πάλιν ἐπέμφθη εἰς τοῦ Ἀγαθοῦ, ἔνθα καὶ τελευτήσας κατατίθεται ἐν τῇ αὐτοῦ μονῇ ἐν πόλει, εἰς τὰ Ψαμαθίου. τῷ δὲ κληρικῷ τῷ τίλαντι τὰς τρίχας τοῦ πατριάρχου συνέβη εὐθὺς ἐν τῷ ἐξορίζεσθαι τὸν ἅγιον, αὐτῇ τῇ ὥρᾳ, πυρίκαυστον γενέσθαι τὴν οἰκίαν αὐτοῦ ἐξ ἀοράτου πυρός. ἡ δὲ θυγάτηρ αὐτοῦ παντελεῖ ἐπιληψίᾳ ἐκρατήθη, μὴ δυναμένη χεῖρα ἢ στόμα ἢ ἄλλο τὸ οἱονοῦν μέρος κινεῖν ἢ φωνὴν ἀφιέναι· ἥτις καὶ κλινήρης οὖσα καὶ προσαιτὶς διήρκεσεν μέχρι Νικηφόρου βασιλέως τοῦ νικητοῦ. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος μηδὲν βασιλικὸν ἔργον δυνάμενος ποιῆσαι τοῖς κυνηγεσίοις καὶ τοῖς πονηροῖς ἔργοις ἀεὶ ἐσχόλαζε. τὸν δὲ τοῦ Λέοντος παῖδα πολλάκις εὐνουχίσαι βουληθεὶς διεσκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ποτὲ δὲ ὡς ἀσθενοῦντα ὑποβαλλόντων. ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέρας μʹ, ὃν ἔλεγον ξιφίαν εἶναι καὶ αἱματοχυσίαν σημαίνειν ἐν τῇ πόλει ἐργάσεσθαι. οὗτος ὁ Ἀλέξανδρος πλάνοις καὶ γόησιν ἑαυ 717 τὸν ἐκδούς, τοῦ συάγρου τῷ στοιχείῳ, καθὼς αὐτὸν ἐκεῖνοι ἐδίδαξαν, τοῦ ἐν τῷ ἱππικῷ τὴν ζωὴν αὐτοῦ προσανακεῖσθαι ἔφασαν, τὸν χοιρώδη βίον ἐκείνου καὶ ἀνόητον ὑπεμφαίνοντες. τούτοις πεισθεὶς αἰδοῖον καὶ ὀδόντας τῷ χοίρῳ περιέθετο ὡς λιπομένους αὐτῷ· καὶ τῇ τούτων πλάνῃ πεποιθὼς ἱππικὸν ἐστόλισεν καὶ τῷ ζῳδίῳ φωταυγίαν ἐποίησεν. ὅθεν καὶ ἤρθη ἀπ' αὐτοῦ ἡ Χριστοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 2. Τοῦ μέντοι Ἱμερίου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντος, περιώρισεν αὐτὸν Ἀλέξανδρος ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λεγομένῃ Καλυπᾷ, ἀπειλήσας, ὡς ἐχθρὸν αὐτοῦ ὄντα ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστήσας ἐτελεύτησε. 3. ∆ηλοῖ Συμεὼν ὁ ἄρχων τῆς Βουλγαρίας τὰ περὶ εἰρήνης τῷ Ἀλεξάνδρῳ καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθάπερ καὶ ἐπὶ Λέοντος τοῦ βασιλέως. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ συγκρατούμενος ἀτίμως τοὺς πρέσβεις ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συμεὼν καταπλήσσων. διὸ καὶ κατὰ Χριστιανῶν ὁ Συμεὼν κινεῖται. 4. Ἀλέξανδρος ἀριστήσας ἐν τοῖς ὑπὸ κύνα καύμασι καὶ οἰνωθεὶς κατῆλθε σφαιρίσαι· καὶ ῥομφαίᾳ θεηλάτῳ πληγείς, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων αὐτῷ φερομένου, μετὰ δύο ἡμέρας ἐτελεύτησε, καταλιπὼν Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον καὶ Ἰωάννην ῥαίκτορα τὸν Ἑλλαδᾶ ἐπιτρό 718 πους, τὴν δὲ βασιλείαν Κωνσταντίνῳ τῷ υἱῷ Λέοντος. τελευτήσας δὲ τίθεται μετὰ Βασιλείου τοῦ πατρὸς αὐτοῦ. Κόσμου ἔτος υηʹ, τῆς θείας σαρκώσεως ηʹ, Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ὁ πορφυρογέννητος ἔτη μηʹ. τελευτήσαντος γὰρ τοῦ πατρὸς αὐτοῦ Λέοντος ἑπταετὴς ὢν καταλιμπάνεται ὑπὸ Ἀλεξάνδρου θείου αὐτοῦ ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν ἐπὶ τῶν αὐτῶν ἐπιτρόπων σὺν τῇ μητρὶ ἔτη ζʹ, καὶ ἅμα Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἔτη κʹ, μονοκρατορεῖ δὲ ἔτη ιεʹ, ὡς εἶναι πάντα τὸν χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη μηʹ. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ἅτε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τοῖς μαγίστροις Στεφάνῳ καὶ Ἰωάννῃ τῷ Ἑλλαδᾷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα πᾶσαν εἶχε τῶν τῆς βασιλείας ἀνηκόντων πραγμάτων ὁσημέραι. 2. Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δηλοῦται Κωνσταντίνῳ ∆ουκὶ δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελθεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὁ δὲ ἅτε καὶ πρότερον αὐτῆς ἐφιέμενος, ὡς εἶχε τάχους ἅμα τῶν ἐκκρίτων τοῦ ὑπ' αὐτὸν στρατεύματος καταλαμβάνων τὴν