De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πραιποσίτου, καὶ προσκυνήσας τὸ ἄχραντον Εὐαγγέλιον, διέρχεται μετὰ τοῦ πατριάρχου μέσον τοῦ ναοῦ, καὶ ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἄμβωνος εἰσέρχεται διὰ τῆς σωλέας, τῶν πατρικίων ἑστώτων εἰς τὴν σωλέαν, καὶ βασταζόντων τὰ αὐτῶν κηρία. Ὁ δὲ βασιλεὺς ἔμπροσθεν τῶν ἁγίων θυρῶν ἑστώς, ἐπιδίδωσι τῷ πραιποσίτῳ τὸ ἴδιον κηρίον, καὶ ἕτερα παρ' αὐτοῦ λαβὼν καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ αὐτῷ, καὶ εἰς τὸ θυσιαστήριον εἰσελθών, καὶ τὰ τίμια ξύλα προσκυνήσας, ἐξέρχεται, εἶθ' οὕτως ὑποστρέψας διὰ τῆς σωλέας, ἀνέρχεται τρίτον βάθρον τοῦ ἄμβωνος ἢ καὶ τέταρτον, καὶ ἵσταται ἐκεῖσε, κρατῶν τὸ κηρίον· οἱ δὲ τοῦ κουβουκλείου ἄρχοντες ἵστανται ἐν τῇ σωλέᾳ ἐνώπιον τοῦ βασιλέως, οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἐξ εὐωνύμου τοῦ ἄμβωνος 1.118 εἰς τὸ σκάμνον, οἱ δὲ τοῦ μαγλαβίου ὀπίσω τῶν εὐνούχων πρωτοσπαθαρίων, ἴσον τοῦ ἀριστεροῦ μέρους τοῦ ἄμβωνος, διὰ τὸ μὴ διοδεύειν τινὰ ἐνώπιον τοῦ βασιλέως. Τοῦ δὲ πατριάρχου ἀνελθόντος μετὰ τῶν τιμίων ξύλων εἰς τὸν ἄμβωνα, ἐπιδίδωσιν ὁ βασιλεὺς τὸ λιτανίκιν αὐτοῦ κηρίον τῷ πραιποσίτῳ, καὶ λαβὼν ἕτερα τῆς προσευχῆς, ἵσταται μετ' αὐτῶν, ἕως ἂν ὑψώσῃ ἐν τοῖς τέσσαρσι μέρεσι τοῦ ἄμβωνος. Εἶτα ἐπιδιδοὺς ὁ βασιλεὺς τοὺς κηροὺς τῷ πραιποσίτῳ, κατέρχονται ἀμφότεροι διὰ τῆς σωλέας, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ εἰσέρχονται εἰς τὸ θυσιαστήριον. Προτιθεμένων τῶν τιμίων ξύλων, καὶ τοῦ βασιλέως εὐξαμένου καὶ προσκυνήσαντος τὰ τίμια ξύλα, ἐξέρχεται διὰ τοῦ πλαγίου τοῦ θυσιαστηρίου, καὶ διασώζει αὐτὸν ὁ πατριάρχης μέχρι τοῦ Ἁγίου Φρέατος. Κἀκεῖσε ἀλλήλους ἀσπασάμενοι, ὁ μὲν βασιλεὺς μετὰ τῆς προελεύσεως εἰσέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς, ἐν ᾗ ἵσταται μέρος τῶν Πρασίνων καὶ κατασφραγίζει τὸν βασιλέα, ἕως ἂν διέλθῃ, καὶ οὐδὲν ἕτερον ποιεῖ. Τοῦ δὲ βασιλέως εἰσελθόντος εἰς τὴν Χαλκῆν, δέχεται αὐτὸν μέρος τῶν Βενέτων ἐν τῷ δεξιῷ μέρει τοῦ τρικλίνου, καὶ κατασφραγίζει τὸν βασιλέα, ὃν τρόπον καὶ οἱ Πράσινοι· τὰς δὲ Σχολὰς καὶ τὰ Ἐκσκούβιτα διελθών, ἀπέρχεται διὰ τοῦ Κονσιστωρίου, καὶ μένει ἡ σύγκλητος ἐκεῖσε, ὑπερευχομένη τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους·" διελθόντα δὲ τὸν Ὀνόποδα, δέχεται αὐτὸν ὁ τῆς καταστάσεως μετὰ τῶν σιλεντιαρίων, καὶ αὐτοὶ ὑπερευχόμενοι τὸν βασιλέα, οἱ δὲ πατρίκιοι εἰς τὸ στενὸν καὶ αὐτοὶ ὁμοίως ποιοῦσι. Καὶ διελθὼν διὰ τοῦ Αὐγουστέως εἰσέρχεται εἰς τὸ παλάτιον, καὶ εὐθέως ἀπαλλάσσουσιν οἱ ἄρχοντες πάντες, καὶ μένουσιν ἀπὸ σκαραμαγγίων. Χρὴ εἰδέναι ὅτι τῇ αὐτῇ ἡμέρᾳ προέλευσις οὐκ εἰσέρχεται. 1.119 ΛΒʹ (ΚΓʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῆς ἁγίας
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ σάρκα Γεννήσεως.
41
Προέρχονται ἅπαντες ἠλλαγμένοι ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, φοροῦντες οἱ πατρίκιοι καὶ οἱ τοῦ κουβουκλείου καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες χλανίδια, οἱ μὲν τύρεα καὶ μηλινοκάθρυπτα, ὁμοίως καὶ οἱ τοῦ κουβουκλείου τύρεα, οἱ δὲ ταῶνας κογχευτούς, ἕτεροι μαρζαύλια· καθυπουργοῦσι δὲ οἱ αὐτοὶ μετὰ τῶν αὐτῶν χλανιδίων μέχρι τῆς πρὸ μιᾶς ἡμερῶν παραμονῆς τῶν Φώτων. Τοῦ δὲ παλατίου ἀνοίξαντος, οἵ τε πατρίκιοι καὶ στρατηγοὶ καὶ οἱ τοῦ κουβουκλείου εἰσέρχονται εἰς τὸ ἡμικύκλιον τῆς Ἀψίδος, ὡσαύτως καὶ οἱ ἐξ ἔθους εἰσερχόμενοι, καὶ πάντων ἐν τῷ παλατίῳ εἰσελθόντων, οἱ μὲν πατρίκιοι ἅμα τῶν στρατηγῶν τε καὶ δομεστίκων δέχονται τὸν βασιλέα ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, ἤγουν τοῦ Τρικόγχου· οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες εἰσερχόμενοι διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ. Κἀκεῖθεν δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεὺς διέρχεται διὰ τῆς ∆άφνης εἰς τὴν Ἁγίαν Τριάδα, κἀκεῖσε κηροὺς ἅψας, ἐξέρχεται διὰ τῆς πλαγίας τοῦ βήματος καὶ εἰσέρχεται, ἔνθα τὰ λείψανα τῶν ἁγίων ἀπόκεινται, ἅπτων ἐκεῖσε κηρούς, ὡσαύτως ἅπτει κηροὺς καὶ εἰς τὸν βαπτιστῆρα ἔξω εἰς τοὺς σταυρούς. ∆ιοδεύων δὲ διὰ τοῦ Αὐγουστέως, εἰσέρχεται εἰς τὸν Ἅγιον Στέφανον, 1.120 ἅψας δὲ κἀκεῖσε κηροὺς καὶ εὐξάμενος, ἐξέρχεται, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Τοῦ δὲ τῆς καταστάσεως εἰσελθόντος καὶ ἐνέγκαντος ἀπόκρισιν τῷ πραιποσίτῳ, ὅτι ἤγγικεν ἡ ὥρα, εἰσέρχεται ὁ πραιπόσιτος, καὶ λέγει τῷ βασιλεῖ, καὶ ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος αὐτοῦ, καὶ τὴν χλανίδα αὐτοῦ περιβαλλόμενος διὰ τῶν βεστητόρων, καὶ