ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίῳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς ἥλω μέν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 32. Ὅτι Ἡρώδης ὁ τὸν πρόδρομον ἀποκεφαλίσας γενόμενος ἐμπληθὴς ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνειδυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. 33. Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ κύριος Ἰησοῦς ἐτῶν λγʹ ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν καὶ ἑτέραν ἀντεισάγων καινήν. καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις στάσιν ἐκίνουν κατ' αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν θεὸν καὶ τὸν Καίσαρα. ἐντεῦθεν παρρησίαν λαβόντες καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους εἴτε δι' ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκώς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. γευσάμενος δὲ θανάτου ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες. 34. Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν τῷ ἱπποδρομίῳ καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε καὶ Χεραίας, Κορνήλιός τε καὶ Σαβῖνος, καίτοι χιλιαρχίας παρ' αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. εὐθέως τε τὴν γυναῖκα καὶ τὴν θυγατέρα διεχρήσαντο. καὶ τὰ μὲν Γαΐου τοιαῦτα τρισὶν 77 ἔτεσι καὶ μησὶ θʹ ἡμέραις τε ηʹ καὶ κʹ βασιλεύσαντος. καὶ αὐτὸς τοῖς ἔργοις ὡς οὐκ ἦν θεὸς ἐξέμαθεν, ὑφ' ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο, καὶ ὑφ' ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. τούτων δὲ περὶ τὸν Γάιον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα ἐς τὸ Καπιτώλιον μετεκόμισαν, φύλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν καὶ στρατιώτας ἱκανούς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χεραίαν τὸ πρακτέον ἐσκοποῦντο. 35. Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χεραίαν καὶ τοὺς ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθείς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 36. Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπεβουλεύθη· καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθῃ ἐξεκομίσθη, διά τε τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. καὶ Κλαύδιος μὲν ὑπὸ τῆς