∆ώδεκα εἶπε λεγεῶνας· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰουδαίοις, ἐπείπερ τοῦτο ἐσόμενον προανήγγειλαν αἱ γραφαί, ὅτι ταῦτα μέλλουσιν οἱ Ἰουδαῖοι ποιεῖν. 299 Mt 26, 55 Ἆρα οὖν αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητάς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; οὐ τοῦτο βού λεται δηλοῦν, ἀλλ' ὅτι ἐξὸν ὑμῖν καθ' ἡμέραν ἐν τῷ ἱερῷ διδά σκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε· ἐταμιευόμην γὰρ μᾶλλον τὸ χρῆναι παθεῖν καιρῷ τῷ προσήκοντι. οὐ τοίνυν τῆς Ἰουδαίων μανίας καται τιώμενος ταῦτα ὁ Χριστὸς ἔφη, οὔτε μὴν ἐπιπλήττει τὸ βράδος αὐτῶν πρὸς μιαιφονίαν, ὅτι δὴ παρόντα καὶ ὁρώμενον οὐκ ἐν ἀρχαῖς κατε σχήκασιν· διελέγχει δὲ μᾶλλον ὡς οὐ τῆς ἐνούσης αὐτοῖς ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως τοῦ τὸ ἀβούλητον πάθος οἰκονο μικῶς παραδεξαμένου καὶ ποιησαμένου θελητόν. οὐκ ἐπείπερ ἦν τὸ πα θεῖν ἀγαθόν, ἀλλ' ὅτι τὰ ἐξ αὐτοῦ συμβαίνοντα τὴν ἀνθρώπου φύσιν ἀνακομίζειν ἔμελλεν εἰς τὸ ἀπ' ἀρχῆς δεικνύς, ὅτι τῆς αὐτοῦ συγχω ρήσεως ἔργον ἦν τὸ ἑλεῖν. 300 Mt 26, 63-65 Ἔφη που διὰ Μωυσέως ὁ τῶν ὅλων θεός· "ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ συνεῖδεν, ἐὰν μὴ ἀναγγείλῃ", φησίν, "λήψεται τὴν ἁμαρτίαν". ἐπεγράφετο τοίνυν παρανομίας ἔγκλημά τισιν, εἰ μηδὲν ἀπολογοῖντο, φωνὴν ἀκούοντες ὁρκισμοῦ. διὰ τοῦτο πανούργως ὁρκίζει τὸν κύριον ὁ Καϊάφας, ἵν' εἰ βούλοιτο καὶ μετὰ τοῦτο σιωπᾶν, ὡς παρανομήσαντα κατακρίνοι, εἰδώς, ὅτι ὁρκωθεὶς καὶ σιωπήσας ἔνοχος ἐγένετο τιμωρίᾳ τῇ ἀπὸ τοῦ νόμου· εἰ δὲ εἴπῃ τὸ ἀληθές, ὡς ψευδόχριστον αὐτὸν φονεύσωσιν ὡς λέγοντα ἑαυτὸν θεὸν οὐδὲν πλέον ἔχοντα τῶν λοιπῶν ἀνθρώπων κατὰ τὴν σάρκα καὶ τὸ ὁρώμενον. διὸ ὁ Χριστὸς εἶπε· σὺ εἶπας ἀντὶ τοῦ τὸ σὸν ὡμολό γησε στόμα λοιπόν. ἵνα δὲ φορτικωτέραν αὐτοῖς τὴν δίκην ἐργάσηται, τὴν ἐπί γέ φημι τῷ μὴ πιστεύειν εἰς αὐτὸν βούλεσθαι, πάλιν αὐτοῖς ἐναργῆ τὴν αὐτοῦ καθίστησι δόξαν εἰπών· ὄψεσθε ἀπ' ἄρτι τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. ἐν εἴδει, φησίν, τῷ καθ' ὑμᾶς γεγονότα ἐμὲ τὸν υἱὸν τῇ φύσει καὶ ἀληθῶς τοῦ θεοῦ καὶ πατρὸς ἐν τῷ μηδενὶ πεποίησθε λόγῳ, καὶ ἐπειδὴ ἀμα θίας εἰς τοῦτο καταβεβήκατε, ὥστε τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ' ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν καὶ διεσταλμένος ἐδόθη καιρὸς μέχρι τοῦ τιμίου σταυροῦ· μετὰ τοῦτο γὰρ εὐθὺς εἰς τὴν ἑαυτοῦ παλινδρο μήσω τιμήν, ἀναβήσομαι πρὸς δόξαν τὴν ἐν ἀρχαῖς, σύνεδρος ἔσομαι τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τῆς σαρκός. ταῦτα λέγοντος τοῦ Χριστοῦ ὁ Καϊάφας διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν. τοῦτο δὲ ἐποίησε σφοδροτέραν τὴν κατηγορίαν ποιῶν καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. καίτοι ποία βλασφημία αὕτη-οὗτος μάλιστα καὶ ἔλαμψε καὶ ἐνίκησε κατὰ κράτος. 301 Mt 26, 67-68 Πρέποι ἂν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων προφητῶν· "ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει" ὁ "κύριος" ὁ τῶν ὅλων θεός, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυ ριευόντων· ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται καὶ διακαρτερεῖ τυπτόμενος καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξι κακίας αὐτοῦ παρατιθείς· ὁ γὰρ "ἐξετάζων καρδίας καὶ νεφροὺς" ὁ προφητείας ἁπάσης δοτὴρ πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; 302 Mt 27, 11 Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ' αὐτοῖς