τῶν σῶν ἐγκωμίων ἁψαμένῳ πᾶς τις συγχαίρει καὶ συναγάλλεται· καὶ ὅτι μὴ τάχιον τοὺς τῆς εὐφημίας ἔπλεξα λόγους, δυσανασχετεῖ μᾶλλον καὶ δυσχεραίνει· κατοικτείρει δέ με καὶ τὸ μέρος, ὅτιπερ εἰς τοσοῦτον πέλαγος ἐμαυτὸν ἐπαφῆκα τῶν σῶν πλεονεκτημάτων· καὶ ὅτι τοῦ βάθους τῶν σῶν κατετόλμησα προτερημάτων, ἐκπληττομένῳ ἔοικε καὶ θαυμάζοντι. ἴσασι γάρ, ἴσασιν ἀκριβῶς, ὡς ἡττηθήσονται τούτων καὶ ∆ημοσθενικαὶ δεινότητες καὶ Λυσιακαὶ χάριτες καὶ σειρῆνες Ἰσοκρατικαὶ καὶ Πλατωνικαὶ μεγαλόνοιαι καὶ ἡ χρυσῆ γλῶττα τοῦ ∆ίωνος. ἐμοὶ δέ, κἂν τὸν τοῦ Πολέμωνος ῥοῖζον ἐπλούτουν, ἀγαπητὸν ἂν ἦν· οὐδ' οὕτως μὲν γὰρ ἂν ἤρκεσα κατ' ἀξίαν εὐφημεῖν τῶν σῶν πλεονεκτημάτων τὸ μέγεθος, ἡψάμην δ' ἂν ποσῶς γε τῆς εὐφημίας. κἂν μὴ τὸν πένταθλον τοῦτον ἆθλον οἷός τε τελέσαι γέγονα, ἐπὶ τὸ ἑκάτερον ἂν κατέβην καὶ πρὸς τοὺς ἄθλους ἀπεδυσάμην καὶ τῆς βαλβῖδος ἡψάμην, τῶν σῶν τῆς ἀρχῆς ἀρετῶν. Ἀλλά μοι συλλάβοισθε πάντες τῶν ἀγώνων, ὅσοι καὶ τοῖς τῆς φαιδρότητος κάλλεσιν ἐπελάμφθητε καὶ τῇ τῶν ἀγαθῶν ἐπιρροῇ ἐλαμπρύνθητε, οὐ γὰρ οἷός τε εἰμὶ κατατολμᾶν τοῦ ἐγχειρήματος τὸ τοῦ πράγματος δυσέφικτον ἀναλογιζόμενος, ὁ δὲ λόγος ἐπὶ τὰς ἡλιακὰς ἀκτῖνας ἴτω, τὰς σὰς ἀρετάς φημι καὶ εὐφημίας, ὦ θειοτάτη βασίλισσα, ταύταις ἐνατενίσων, ὅσον ὀφθαλμοῖς ἀνθρωπίνοις ἐφικτόν. Πατρίδες μὲν οὖν σοι διτταὶ καθεστήκασιν, ἥ τε φαιδρὰ πόλις αὕτη καὶ περιώνυμος καὶ βασίλισσα ἥ τε νοητὴ καὶ θεία καὶ ἄνω μητρόπολις. ἀλλ' ὥσπερ ἐξεταζόμεναι πρὸς ἀλλήλας πολλῷ τῷ μέτρῳ διενηνόχατον, οὕτω δὴ κἀπὶ σοὶ παραβαλλόμεναι ἔτι καὶ μᾶλλον ἀσύγκριτοί τε καὶ ἀπαράμιλλοι φαίνονται. σὲ μὲν γὰρ ἐκείνη καλλύνει, ὑπὸ σοῦ δ' αὕτη κοσμεῖταί τε καὶ φαιδρύνεται· καὶ σοὶ μὲν ἐκείνη παρέχει τὸν τῶν χαρίτων ἑσμόν, αὕτη δ' ἀπὸ σοῦ ταύτας συλλέγουσα ἐφ' ἡμᾶς μεταβιβάζει καὶ μετατίθησι. συλλήβδην δὲ εἰπεῖν διὰ μέσης σοῦ πάντα τἀγαθά, ὧν ἡ ἡμετέρα πόλις εὐθηνεῖ, ἐκ τῶν οὐρανίων στοῶν πρὸς αὐτὴν καταπεφοιτήκασιν. οὐ γάρ, ὥσπερ ἐν τοῖς πρὸ σοῦ τοὺς βασιλείους οἴακας ἐγχειριζομένοις τόδε μὲν παρῆν τῶν ἀγαθῶν, ἐκεῖνο δ' ἀπελιμπάνετο, οὕτω δὴ συμβέβηκεν ἐπὶ σοί· ἀλλὰ πάντα, οἷστισι δὴ πόλις εὐνομουμένη κοσμεῖται, διῃρημένα τυγχάνοντα πρότερον ἐπὶ τῆς σῆς ἀρχῆς συναρμοσθέντα πρὸς ἄλληλα ὥσπερ τις φανότατος ὅρμος καὶ χρυσοπλοκωτάτη σειρὰ τῇ ἡμετέρᾳ πόλει περιεπλάκησαν. Ὁ μὲν οὖν παιδευτικώτατος Ἡσίοδος κατιδών, ὡς ἐπὶ τὸ χεῖρον χωροῦσι τὰ πράγματα, καὶ τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀπομειωθεῖσαν, τὸ μὲν πρῶτον γένος χρύσεον εἶναι ἔφησε, τὸ δεύτερον δ' αὖ ἀργύρεον καὶ τὸ μετ' ἐκεῖνο σιδήρεον. εἰ δέ γε τὰ νῦν παρῆν καὶ τήν τε πόλιν πᾶσιν ἀγαθοῖς ἐπεντρυφῶσαν εἶδε καὶ τὴν ἀρετὴν ἔτι μᾶλλον ἀνθήσασαν, ἀλλ' οὐδὲν ἧττον καὶ τοὺς ταύτῃ κεκοσμημένους ἀνθρώπους ἐπίδοσιν ταύτης λαμβάνοντας καὶ πρὸς τὸ πρῶτον σπεύδοντας ἀφομοιωθῆναι καλὸν ἢ πάντως σε τὴν πάσας τὰς ἀρετὰς ἐγκολπωσαμένην, ἄνω ποταμῶν χωρεῖν ἂν τὰς πηγὰς ἐξεβόησε καὶ πρὸς ἀνάρρουν ἀτεχνῶς αὐτῷ τὰ τῶν ἐπῶν ἐκεχωρήκει, ὡς πρῶτα μὲν σιδήρεον γένος ἦν, ἔπειτα δ' ἀργύρεον τῶν σῶν δῆθεν προγόνων ἀναλαμψάντων, εἶτ' αὖθις χρύσεον τῆς σῆς ἀνατειλάσης μεγαλειότητος. Οὕτω γοῦν διττῶν σοι τῶν πατρίδων οὐσῶν καὶ τῆς μὲν κοσμούσης, τῆς δ' αὖ ὑπὸ σοῦ κοσμουμένης τε καὶ καλλυνομένης, ἐλάττω τὰ μετὰ ταῦτα καὶ πολὺ τῶν ἀρχῶν ἥττονα; πολλοῦ γε καὶ δεῖ, ἀλλ' ἡ ὠδίνησις ἐν συμβόλοις, ἡ κύησις ἐν σημείοις καὶ ἐν ἀρρήτοις τέρμασιν ἡ τῆς σῆς εὐκλείας θεοειδὴς ἐπιφάνεια· ἐμοὶ δὲ περιέστη τῶν περιρρεόντων ὁ πλοῦτος εἰς ἀπορίαν, ὥστ' οὐκ εἶναι λέγειν, ἐν οἷς δεῖ πολλὰ λέγειν. Τί γὰρ τῶν σῶν ἐπαινέσομαι πρῶτον, τί δὲ τελευταῖον θαυμάσομαι; τὴν βασίλειον ἀναγωγήν, τὴν τῶν ἠθῶν ῥύθμισιν, τὴν τοῦ τρόπου. παίδευσιν, τὸ ἱλαρόν, τὸ ἥμερον, τὸ προσηνές, τὸ