ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἱερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι κἀκείνη ἡ Ἱερουσαλήμ, οἱ ἄνθρωποι, παρ εδόθησαν «εἰς χεῖρας βασιλέως Βαβυλῶνος» διὰ τὴν ἐπὶ τῷ Χριστῷ ἀσέβειαν καὶ ἁμαρτίαν. καὶ σὺ Ἱερουσαλὴμ εἶ νῦν. ἐὰν οὖν ἀπειλῇ τῇ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλὸς καὶ παραδίδοσαι, ἵνα μηκέτι ᾖς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως. «Καὶ πάντας τοὺς πόνους» Ἱερουσαλὴμ παραδίδωσι. πῶς «πάντας τοὺς πόνους» παραδίδωσιν; ἐὰν μετὰ τὸ ἀθλῆσαι καὶ ἀγωνίσασθαι παραπέσῃς καὶ ἁμάρτῃς, πάντες οἱ πόνοι σου ἐληλύθασιν εἰς τὰς χεῖρας Ναβουχοδονόσορ. πῶς πάντες οἱ πόνοι σου; λεχθήσεταί σοι, ἐὰν πέσῃς μετὰ τὸ πολλὰ καμεῖν ὑπὲρ ἀληθείας· «τοσαῦτα ἐπάθετε εἰκῇ». μάλιστα οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς, ὀφείλουσι φοβεῖσθαι, μήποτε τοὺς πόνους αὐτῶν [ἢ] γενομένων Ἱερουσαλὴμ παραλάβῃ ἁμαρτίας τινὸς γενομένης Ναβουχο δονόσορ ὁ τῆς Βαβυλῶνος βασιλεύς. ἵνα δὲ σαφέστερον ἴδῃς πῶς τοὺς πόνους Ἱερουσαλὴμ ἁμαρτούσης παραλαμβάνει Ναβουχοδονόσορ, συγχρήσομαι τοῖς ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένοις οὕτως ἔχουσιν· «ὁ δίκαιος ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ πα ράπτωμα, οὐ μὴ μνησθήσομαι τῶν δικαιοσυνῶν αὐτοῦ ὧν ἐποίησε». διὰ τί; τὰς γὰρ δικαιοσύνας τὰς μετὰ πόνου γενομένας παραλαμβάνει Ναβουχοδονόσορ καὶ ἀφανίζει Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος. «Καὶ πᾶσαν τιμὴν» τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ «ἐν τιμῇ ὤν» «οὐ συνῆκε» καὶ ἥμαρτεν. ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμ βάνει ὁ Βαβυλώνιος βασιλεύς. «καὶ πάντας τοὺς θησαυροὺς βασιλέως Ἰούδα». πλουτεῖ ἡ Ἱερουσαλήμ, ἀλλ' ἐὰν ἁμάρτῃ, τοὺς θησαυροὺς αὐτῆς λαμβάνει ὁ Βαβυλώνιος. «καὶ διαρπῶνται αὐτοὺς καὶ λήψονται αὐτοὺς καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. καὶ σύ, Πασχώρ, καὶ πάν τες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, κἀκεῖ ἀποθανῇ, κἀκεῖ ταφήσῃ». ὁ ἐν Συγχύσει καταλαμ βανόμενος ἐν Βαβυλῶνι ἀποθνῄσκει· καὶ ὁ ἐναντίως διακείμενος τῷ συνθάπτεσθαι τῷ Χριστῷ, οὗτος ἐν Βαβυλῶνι θάπτεται. ἔστι γὰρ καὶ ταφῆναι μετὰ Χριστοῦ καλῶς διὰ τοῦ βαπτίσματος κατὰ τὸ «συνετάφημεν τῷ Χριστῷ, καὶ συνανέστημεν αὐτῷ». ὡς μυστήριόν ἐστι τὸ συνταφῆναι τῷ Χριστῷ, οὕτω μυστήριόν ἐστι κατὰ ἀνομίαν γενόμενον [ἐπὶ] τὸ ἁμαρτωλὸν ὄντα ταφῆναι εἰς Βαβυλῶνα. «καὶ πάντες» φησὶν «οἱ φίλοι σου ἐκεῖ ἀπελεύσεσθε οἷς ἐπροφήτευσας αὐ τοῖς ψευδῆ». ὁ διηγούμενος κακῶς τὰ λόγια τοῦ θεοῦ καὶ τοὺς προφητικοὺς λόγους βάλλων εἰς καταρράκτην, προφητεύει μὲν οὗτος, προφητεύει δὲ ψευδῆ· διηγούμενος γάρ τις τοὺς προφητικοὺς λόγους, ἐὰν μὲν ἀληθεύῃ, καὶ αὐτὸς προφητεύει καὶ προφητεύει ἀληθῆ, εἰ δὲ ψεύδεται, ψευδοπροφήτης ἐστὶ καταψευδόμενος τῶν λόγων τῶν προ φητικῶν. 19.15 Καὶ δὴ τετέλεσται ἡ μία περικοπή, ἤδη δὲ καὶ τῆς δευ τέρας ἀρξώμεθα· καὶ γὰρ ἔχει πράγματα εὐθέως ἀπὸ τῆς πρώτης λέξεως οὐ τὰ τυχόντα. καὶ προσέχοντες τῇ λέξει πάλιν αἰτήσωμεν ἥκειν τὸν Ἰησοῦν, καὶ ἐπιφανέστερόν γε καὶ λαμπρότερον ἥκειν αὐ τὸν παρακαλῶμεν, ἵνα ἐλθὼν διδάξῃ πάντας ἡμᾶς, πότερον ἀληθεύων ἔλεγεν ὁ προφήτης, ὡς πρέπει νοεῖν περὶ προφήτου, τὰ ἑξῆς ἢ ψευδό μενος, ὃ οὐ θεμιτὸν λέγειν περὶ προφήτου ἁγίου. λέγει δὲ πρὸς τὸν θεόν· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος· ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέ σομαι· ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν. καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον