41
Προηγουμένη γὰρ αὐταῖς καὶ κατὰ φύσιν ἐστὶ ζωὴ τῷ τοῦ Θεοῦ κάλλει ἐνατενίζειν ἀεὶ, καὶ διηνεκῶς δοξάζειν αὐτόν· περιστατικὴ δὲ ταύταις ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιμέλεια καὶ στροφή. Τοιαύτη καὶ ἡ νῦν προσενεγκοῦσα τὸν ἄνθρακα. Νοήσωμεν δὲ τοῦτον λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς τὸ ψεῦδος καθαίροντα, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Ὁ δ' οὖν Κύριος καθαρθέντα τὸν προφήτην προστακτικῶς οὐκ ἀπέστειλεν, ἀλλά φησι· Τίς πορεύσεται; ∆οκιμάζοντος δὲ τοῦτον ἡ τοιαύτη φωνὴ, καὶ τὴν αὐτοῦ προθυμίαν προκαλουμένου, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως κομίζοιτο τὸν μισθόν. Ἔοικε δὲ καὶ αἰτιᾶσθαι λίαν τὸν Ἰσραὴλ, ὡς τοῖς ἀποστελλομένοις ἀεὶ γινόμενον ἀπειθῆ, καὶ διαφόρως αὐτοὺς τιμωρούμενον. Τοιγαροῦν καὶ πρὸς τὸν Ἰεζεκιήλ φησιν ὁ Θεός· "Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ ἐθελήσωσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι." Ὅθεν ἔοικεν ἀποροῦντι, Τίς δυνήσεται πεῖσαι τὸν Ἰσραήλ; Ὁ δὲ, ἅτε ἄνθρακος τοῦ θείου μεταλαβὼν, καθαρὸς μέν ἐστι, πρόθυμος δὲ καὶ νεανικὸς πρὸς ἀποστολὴν, οὗ μετειληφότες μᾶλλον οἱ τοῦ Χριστοῦ μαθηταὶ θερμότεροι πρὸς ταύτην ἐγένοντο. Θεὸς δὲ τὸν Μωϋσῆν οὐκ ἠρώτησεν, ὡς νῦν Ἡσαΐαν· ἀλλ' ὡς ἔχων ἕτοιμον, φησί· "∆εῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου." Καὶ ὅμως παραιτεῖται, ὁ δὲ πλείστῃ τῇ ἀγάπῃ φερόμενος, ἀορίστως ἀκούσας τοῦ λόγου, ἐπιδίδωσιν ἑαυτὸν μηδὲν ὧν πάσχειν ἤμελλεν λογισάμενος. Ἀλλ' οὐκ ἐναντίαν ταύτῃ διάθεσιν ἔσχεν ὁ Μωϋσῆς. Ἀλλ' ᾔδει τὴν ὑπόθεσιν, εἰς ἣν ἀπεστέλλετο, καὶ ὡς ἀνένδοτός ἐστιν ὁ Φαραὼ, 1944 ὁ δὲ λαὸς Ἰσραὴλ δυσπειθὴς, πεῖραν τούτου μαθών. Εὖ γὰρ παθόντες τὸν εὐποιήσαντα φυγεῖν παρεσκεύασαν, καὶ προφάσει ποιμενικῆς τοὺς τῶν ἀνθρώπων θορύβους ἐξέκλινεν. ∆ηλοῖ δὲ τὴν γνώμην τοῖς ἐφεξῆς. Ὡς γὰρ ταῖς αὐτοῦ λιταῖς τὴν ἐπὶ τῇ μοσχοποιίᾳ δίκην ἀπέδρασαν, τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος· "Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου," φησὶν εὐθέως· "∆έομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν." Τίνος χάριν; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς χρῄζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωρητικοὶ μὲν γὰρ τῶν ἁμαρτανομένων οἱ ἄγγελοι, συγχωρητικοὶ δὲ τούτων οὐκέτι. ∆ιὸ καὶ ἐξαρχῆς ἔλεγεν, Προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Τουτέστιν, Ἐλθέτω ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Οὐκ εἰσηκούσθη δὲ, ὅτι μήπω παρῆν τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα. Ἡσαΐας δὲ τῶν ἁμαρτιῶν ἀφείμενος εἰπὼν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγὼ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος· εἶτα νῦν ἀκούσας, Τίς πορεύεται πρὸς τὸν λαὸν τοῦτον; νομίσας ἐπὶ τῷ παραπλήσια κακείνους εὐεργετηθῆναι, ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ὡς ἂν κακείνοις ἀφεθῇ τὰ ἡμαρτημένα· ἀσφαλῆ μέντοι πεποίηται τὴν ἀπόκρισιν, ὡς ὠφελημένος ἐκ τῆς τοῦ ἄνθρακος ἤδη καθάρσεως. Πρὸς γὰρ δύο λόγους μίαν πεποίηται τὴν ἀπόκρισιν, Τίνα ἀποστελῶ; καὶ, Τίς πορεύσεται; Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, μηκέτι προσθεὶς καὶ, Ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ' ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, ἐκ τοῦ διδόντος τὴν χάριν Θεοῦ· διὸ τοῦτο κατέλιπε τῷ Θεῷ, μηδὲν ἐπαγγειλάμενος ἀσθενείᾳ τῆς φύσεως ...περ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο χαρίζεται Κύριος, εἰπών· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ. Τὸ δέ· Ἰδοὺ, εἰμὶ ἐγὼ, θαῤῥῶν εἶπεν, ὡς ἤδη τοῦ ὄντος μεταλαβὼν, καὶ ἐν τοῖς οὖσιν ἀριθμῶν ἑαυτὸν μετὰ τὴν κάθαρσιν. Ἐπεὶ δὲ ἔθετο ὁ Θεὸς πρῶτον ἀποστόλους, δεύτερον προφήτας, διὰ τοῦτο Ἡσαΐας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα· καὶ Μωϋσῆς ἀκούει· "∆εῦρο ἀποστελῶ σε·" καὶ Ἱερεμίας· "Ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ σε, πορεύσῃ." Ἀκούει δὲ φωνῆς Κυρίου ὁ τὸ ἡγεμονικὸν ἐξ αὐτοῦ τυπωθεὶς, διὰ τὴν ἐν αὐτῷ καθαρότητα τοῦ