βασιλεύουσαν, ἱκανῶν ὄν 719 των, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νικήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν. καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν ∆οῦκαν Κωνσταντῖνον παρεγένοντο· καὶ ἅμα πρωΐ, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ' ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρόμου πύλην καταλαβόντες, Κωνσταντῖνον εὐφήμουν βασιλέα ἐν τῷ ἱππικῷ. ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἔσωθεν τῶν τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ' ἀποσοβηθείς, ὥσπερ ἐκβακχευθεὶς ὑπό τινος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ ἀνεχώρησε στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν ἧκε μέχρι Χαλκῆς· καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν σκουταρίων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τῆς ἑταιρείας καὶ τῶν ἄλλων ποιούμενος, μεθ' ὅπλων τούτους ἀπέστειλεν κατὰ τοῦ ∆ουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, πολλοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν ἔπεσον, καὶ τοσοῦτοι ὡς τὸν τόπον ἐνλιμνασθῆναι τῷ αἵματι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς 720 τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδελφος αὐτοῦ καὶ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. ταῦτα ὁ ∆οὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν· ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν, καί τις αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀπέτεμεν· ἥτις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς ἅπασιν τῆς ἀπάτης εἰς ἀποτροπήν. 3. Τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ ἄλλον τρόπον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰ ἐν Χαλδίᾳ τῶν δημοσίων εἰσπράξεων πεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ' ἡμᾶς εὐσεβείας ἔξαρνος γεγονώς, καὶ ἀστρολογίας ἢ ἀστρονομίας τινὸς μᾶλλον μεταπεποίητο. οὗτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν· οὗ δὴ ῥυφθέντος παρὰ Μανουὴλ τοῦ τῶν Ἀγαρηνῶν ἑρμηνέως ἐν ὕδατι τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, οὕτω διαγορεύοντα "μὴ φοβήθητι ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ ∆ουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθὺς ὀλοθρευθήσεται." 4. Τούτων οὕτω τελεσθέντων, Γρηγορᾶς τούτου πενθερὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἐκκλησίᾳ προσέφυγον, οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπάσαντες ἀπέκειραν ἐν τῇ τῶν Στουδίου. Κωνσταντῖνον δὲ τὸν Ἑλλαδικὸν βουνεύροις τύψαντες μετὰ ῥάσου καὶ ὄνου ἐθριάμβευσαν καὶ ἐν τῇ τῶν ∆αλμάτων καταδίκῃ ἔγκλειστον πεποιήκασι. καὶ 721 ἄλλους μὲν τυφλώσαντες ἐξώρισαν, καὶ ἑτέρους ἀπεκεφάλισαν· τοὺς δὲ τοῦ φοσσάτου, ἀνδρείους καὶ καλοὺς ὄντας καὶ πολλούς, ἀπὸ τοῦ ∆αμαλίου μέχρι τοῦ Λευκατίου πάντας ἀνεσκολόπισαν. πολλοὺς δὲ καὶ ἄλλους οἱ λεγόμενοι ἐπίτροποι ἀπώλεσαν ἄν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες ὅτι παιδὸς ὄντος τοῦ βασιλέως πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τοιαῦτα διαπράττεσθαι; τὴν οὖν γυναῖκα τοῦ ∆ουκὸς ἀποκείραντες καὶ τὸν υἱὸν αὐτοῦ εὐνουχίσαντες ἐν Παφλαγονίᾳ αὐτοὺς εἰς τὸν οἶκον αὐτῶν ἀπέστειλαν. 5. Τῷ δὲ Αὐγούστῳ μηνὶ Συμεὼν ὁ Βούλγαρος σὺν ὄχλῳ βαρεῖ κατέλαβε τὴν Κωνσταντινούπολιν, καὶ χάρακα περιέβαλεν ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἐλπίσι μετέωρος ὤν· ἀπειρότητι δὲ τῇ ἐκ τοῦ πλήθους καὶ τῶν ὅπλων καὶ τῶν περιβόλων ἀσφαλείᾳ τῶν ἐλπίδων ἀποσφαλεὶς ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, δώροις τε ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν. 6. Τοῦ οὖν βασιλέως Κωνσταντίνου παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην