De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἐξελθόντων αὐτῶν, στέφεται ὑπὸ τοῦ πραιποσίτου καὶ ἐξέρχεται διὰ τοῦ Αὐγουστέως εἰς τὸ στενόν, ἑστώτων πρωτοσπαθαρίων βαρβάτων ἔξω τῆς πύλης ἐξ εὐωνύμων εἰς τὸ βῆλον, καὶ τοῦ βασιλέως ἐκεῖσε μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου στάντος, νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος δίδωσι νεῦμα τῷ ὀστιαρίῳ εἰς τὸ βῆλον κάτω, καὶ εἰσέρχονται οἱ πατρίκιοι εἰς τὸ στενὸν μετὰ τῶν στρατηγῶν, καὶ προσκυνοῦσι τὸν βασιλέα, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· "Κελεύσατε." Εἶθ' οὕτως ὁ βασιλεὺς διέρχεται, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ὡσαύτως δὲ καὶ οἱ βεστήτορες, βαστάζοντες τὸν σταυρόν, διέρχονται ἐνώπιον τῶν πατρικίων καὶ τῆς συγκλήτου δι' ὅλης τῆς προελεύσεως· τοῦ δὲ βασιλέως ἐξελθόντος τὴν τοῦ πουλπίτου πύλην, ἤγουν εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐκεῖσε, αὖθις πεσόντες οἱ πατρίκιοι καὶ οἱ λοιποί, ἱσταμένου τοῦ τῆς καταστάσεως ἔμπροσθεν, λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε." Καὶ κατέρχονται πάντες εἰς τὸ Κονσιστώριον, καὶ στάντος τοῦ βασιλέως ὑποκάτω τοῦ καμελαυκίου εἰς τὸν πορφυροῦν λίθον, προσκυνοῦσι πάντες οἱ προειρημένοι μετὰ πάσης τῆς συγκλήτου, ἑστῶτος καὶ σιλεντιαρίου ἔμπροσθεν τῆς πύλης· εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος 1.121 τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· "Κελεύσατε." Τὸ δὲ βασιλικὸν ἄρμα βαστάζοντες σπαθάριοι βασιλικοὶ διοδεύουσιν ὄπισθεν τῶν βαρβάτων πρωτοσπαθαρίων ἐν ἑκάστῃ προελεύσει οὕτως, καὶ διέρχονται ἅπαντες διὰ τῶν Ἐκσκουβίτων. Ἔμπροσθεν δὲ τῶν τριῶν πυλῶν τοῦ Κονσιστωρίου ἀντικρὺ ἵσταται ὁ κλῆρος τοῦ Κυρίου, βαστάζων σταυρὸν καὶ θυμιατόν, καὶ προσκυνήσας τὸν σταυρὸν ὁ βασιλεύς, ὡς εἴθισται αὐτῷ κατὰ προέλευσιν ποιεῖν, διέρχεται διὰ τῶν Ἐκσκουβίτων, ὀψικευόμενος ὑπό τε τῆς συγκλήτου καὶ τῶν σκευῶν κατὰ τάξιν ἔμπροσθεν τοῦ μεγάλου σταυροῦ ἔνθεν κἀκεῖσε. Τοῦ δὲ βασιλέως μέλλοντος τὴν μεγάλην πύλην τῶν Ἐκσκουβίτων διελθεῖν, εἰ μέν εἰσι σκρίβωνες μέλλοντες προβληθῆναι τῇ τάξει ταύτῃ, στάντος τοῦ βασιλέως μέσον τῆς πύλης, εἰσάγει ὁ δομέστικος τῶν ἐκσκουβίτων καὶ ὁ τῆς καταστάσεως, κρατοῦντες τὸν σκρίβωνα. Καὶ λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου τὸ βεργίον, ἐπιδίδωσι τῷ σκρίβωνι· εἶτα λαβὼν τὸ βεργίον, ἀπέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Καὶ κατελθὼν τὸ μέγα πούλπιτον ὁ βασιλεὺς καὶ εἰς τὰς Σχολὰς εἰσελθὼν ἔνδον τῆς πύλης εἰς τὸ στρογγύλον, ἔνθα ὁ σταυρὸς ἵσταται καὶ οἱ τοῦ λογοθεσίου, ἅπτει κἀκεῖσε κηρούς, καὶ στὰς ἐν τῇ καμάρᾳ τοῦ στρογγύλου, εἰ μέν εἰσι κόμητες οἱ μέλλοντες προβληθῆναι, προβάλλονται οὕτως· Κρατοῦσιν ὅ τε δομέστικος τῶν σχολῶν καὶ ὁ τῆς καταστάσεως τὸν μέλλοντα προβληθῆναι κόμητα, καὶ ἄγουσιν αὐτὸν πρὸς τὸν βασιλέα· ὁ δὲ βασιλεὺς λαβὼν παρὰ τοῦ πραιποσίτου ὠρατίωνα, ἐπιδίδωσιν αὐτῷ, ἀπέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ· ὁμοίως δὲ ἐάν εἰσι καὶ δομέστικοι ἢ καὶ προτήκτωρες μέλλοντες προβληθῆναι, κρατούμενοι ὑπό τε τοῦ δομεστίκου τῶν σχολῶν καὶ τοῦ τῆς καταστάσεως, ἄγονται πρὸς τὸν βασιλέα, ὁ δὲ βασιλεὺς λαβὼν παρὰ τοῦ ἐπὶ τοῦ κανικλείου τὰ χαρτία, οἷα 1.122 τῶν ὑπάτων, ἐπιδίδωσι τοῖς προβαλλομένοις, καὶ ἀπελθόντες ἵστανται ἐν τῇ τάξει αὐτῶν. Ὁ δὲ βασιλεὺς διέρχεται διὰ τῶν Σχολῶν, καὶ ἐν τῇ πέμπτῃ Σχολῇ ἐλθών, ἅπτει ἐκεῖσε εἰς τὸν σταυρὸν κηροὺς καὶ στάντος αὐτοῦ ἐν τῇ τῆς πέμπτης Σχολῆς πύλῃ, δέχεται αὐτὸν ὁ περατικὸς δῆμος τῶν Βενέτων καὶ ἐπιδίδωσι τῷ βασιλεῖ ὁ δομέστικος τῶν σχολῶν λιβελλάριον, ὁ δὲ βασιλεὺς δίδωσι τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος κουβικουλαρίῳ, καὶ τοῦ δομεστίκου καὶ τοῦ τῆς καταστάσεως στάντων ἐν τῷ τόπῳ αὐτῶν, εὐφημοῦντος καὶ τοῦ δήμου τὸν βασιλέα, ὁ δομέστικος τῶν σχολῶν κατασφραγίζει μετὰ τῆς χροακῆς αὐτοῦ ἧς φορεῖ χλανίδος. Καὶ τοῦ δήμου ἐκτελέσαντος τὰς ἐξ ἔθους εὐφημίας, ὁ βασιλεὺς διέρχεται διὰ τῶν Σχολῶν καὶ ἐξέρχεται τὴν μεγάλην πύλην τῆς Χαλκῆς, εἶτα διοδεύων διὰ τῆς μέσης, εἰσέρχεται διὰ τοῦ Αὐγουστίωνος. Αἱ δὲ λοιπαὶ δοχαὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων καὶ δήμου τῶν Βενέτων καὶ αὐτοὶ εὐφημοῦσι, καὶ ἐπιδιδόντες τὰ λιβελλάρια, ποιοῦντες καὶ σταυρία, ὁ δημοκράτης τῶν Πρασίνων καὶ οἱ δύο δήμαρχοι τῶν μερῶν ἐκτελοῦσιν ἅπαντα ἀκολούθως, ὃν τρόπον καὶ ὁ δομέστικος τῶν Σχολῶν ἐξετέλεσεν. Καὶ εἰσελθόντος τοῦ βασιλέως πρὸ τοῦ νάρθηκος ἔνδον τοῦ βήλου, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ νάρθηκι, καὶ δέχεται αὐτὸν ὁ πατριάρχης, εἶτα προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, κρατήσαντες