Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται. 78 37. Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάιος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. ὁ γοῦν Νέρων οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει, ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν ὁμολογεῖ τί καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλίων ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη. ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, εἰπὼν ὅτι· κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τὸ δὲ τέχνιον ἡμᾶς θρέψει. οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. 79 Ὁ δὲ Νέρων, ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ, φυγεῖν δὲ ἐπεχείρησεν, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβάς, κατακεκαλυμμένος πρὸς χωρίον τι λεγόμενον Καισαρίου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. νυκτὸς δ' ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονεν. καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα, ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνόν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. ἃ δὴ προαισθόμενος ὁ Νέρων τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω· καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄριστα