προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· "οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ". ὁ δέ· καθὼς "ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς τὴν κεφαλήν σου". 303 Mt 27, 21-26 Μέγας ἔλεγχος ταῦτα τῶν Ἰουδαίων λῃστὴν καὶ φονέα ἑλομένων μᾶλλον ἢ τὸν Χριστόν· τοσοῦτον αὐτοῖς ἔμελε τοῦ δικαίου καὶ οὕτως διὰ τὴν ὁσιότητα κατηγόρουν Χριστοῦ· καὶ τοῦ κρίνειν λαχόντος ἐλευ θεροῦντος αὐτὸν θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσιν τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, <καὶ> ἵνα ἔτι φορτικωτέραν ὑπο μείνωσι τὴν κόλασιν, ἀνέκραγον λέγοντες· "αἶρε τοῦτον, ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν". ἰδοὺ δὴ σαφῶς "τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο" καθά φησιν ὁ μακάριος Πέτρος "καὶ ᾔτησαν ἄνδρα φονέα χαρισθῆναι" αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοί. 304 Mt 27, 24 Ἀμελήσας τῆς ὀρθῆς καὶ δικαίας κρίσεως ὁ Πιλᾶτος οὐδὲ ἐλο γίσατο ἐκδοῦναι ἀναίτιον εἰς θάνατον καίπερ κύριος ὢν τοῦ ἐξελέσθαι αὐτόν· καὶ νίπτεται τὰς χεῖρας ὑπονοήσας ἑαυτὸν διὰ τούτου τῆς ἁμαρ τίας ἐλεύθερον, ὅπερ ἐστὶν μωρὸν ἐννοῆσαι. τάχα δὲ ὡς ἐθνικὸς ἐνό μιζεν, ὅτι ἀρκεῖ αὐτὸ πρὸς καθαίρεσιν ἁμαρτημάτων τὸ ὕδωρ. 305 Mt 27, 25 Ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ κύριος διὰ φωνῆς Ἰερεμίου· "ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο μίαν μου <ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου> ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν". ἔφη δέ που περὶ τῆς τῶν Ἰου δαίων ἀνοσιότητος καὶ ὁ προφήτης Ὠσηέ· "οὐαὶ αὐτοῖς, ὅτι ἀπεπή δησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρω σάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι' ἀπαιδευσίαν γλώττης αὐτῶν". 306 Mt 27, 32 Ἄγεται μὲν ὁ σωτὴρ ἐπὶ τὸ σωτήριον πάθος. Σίμωνι δὲ Κυρη ναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν "βαστάσαι" τὸ ξύλον. ἀληθῆ δὲ πάντως ἀμφότερα· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ σωτήρ, κατὰ μέσην δέ πως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν καὶ μετέθηκαν ἐπ' αὐτὸν <τὸν> σταυρόν. εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἠσαίου, ὅτι "παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ"· ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρός, δι' οὗ βεβασίλευκε τῆς ὑπ' οὐρανοῦ, εἴπερ ἐστὶν ἀληθές, ὅτι "μέχρι θανάτου" γέγονεν "ὑπήκοος, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν". 307 Mt 27, 33 Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς, ὅτι Ἑβραῖοι παρα διδόασιν τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι καὶ ἐπεὶ "ἐν τῷ Ἀδὰμ πάντες" ἀποθνῄσκουσιν, ἀνέστη καὶ ὁ Ἀδὰμ καὶ "ἐν Χριστῷ πάντες ζωοποιηθήσονται". 308 Mt 27, 38 Εἶδες πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος τὴν αὐτοῦ φύσιν ἐπανορθοῖ· ταύτην γὰρ εἰς τὸ ἐν ἀρχαῖς ἀναφέρων διὰ τοῦ γενέσθαι καθ' ἡμᾶς δι' ἡμᾶς τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὑπέμεινε πάθη. ἀπηρτημένῳ δὲ τοῦ σταυροῦ συνεκρέμαντο αὐτῷ δύο λῃσταὶ καὶ ὕβρις μὲν ὁμολογου μένως τό γε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπὸν πλὴν ἀνάμνησις προ φητείας λεγούσης· "καὶ μετὰ ἀνόμων ἐλογίσθη". ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά· ἀληθὲς γάρ, ὅτι "τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν". οἱ δύο οὗτοι λῃσταὶ τοὺς δύο ὑπέγραφον λαούς, ὧν ὁ μὲν μέχρι τελευτῆς τὴν ἀγνωμοσύνην ἐπεδείξατο καὶ οὐδὲ τὴν ἐσχάτην αἰχμαλωσίαν, ἣν ὑπὸ Ῥωμαίων ὑπέμεινεν, εἰς ἄμυναν τῶν κατὰ Χριστοῦ παροινιῶν ὡμολόγησεν ὑφίστασθαι, ὁ δὲ πρὸς αὐτῷ τῷ τέλει οὐκ ἀπέγνω τῆς ἀφέσεως, ἀλλὰ τὸ ὠμὸν τῶν κακῶν θεολογίᾳ διωρθώ σατο. τό τε μὴν μέσον τῶν λῃστῶν σταυροῦ ἀνασχέσθαι τὸν κύριον τὸν ἑκούσιον αὐτοῦ <θάνατον τὴν> πρὸς τοὺς δύο λαοὺς ἀπεκάλυψε παρου σίαν. πρὸς οὓς ἑκὼν παρεγίνετο, ἀμφοτέρους τῇ ἑαυτοῦ ἐνανθρωπήσει βουληθεὶς