χάριεν, τὸ τοῦ φρονήματος πολιόν, τὸ τοῦ μεγέθους σύμμετρον, τὴν ἀγχίνοιαν, τὴν τοῦ νοὸς σταθηρότητα, τὸν ἄζυγα βίον, τὸ πάντων μέγιστον τὴν παρθενίαν, τὴν καθαρότητα, ᾗ καὶ συνανήχθης καὶ συνανετράφης, καὶ ἣν ἐξ ἁπαλῶν ὀνύχων σύνοικον ἔσχες καὶ ἧς ἱκανῶς κατετρύφησας, ἣ καὶ μάλιστα πάντων πεφίληται τῷ θεῷ καὶ παρ' ἧς τῶν ἐπὶ μικρὸν ἐπελθόντων ἀφειλκύσθης δεινῶν, δι' ἣν καὶ ταῖς ἄνωθεν ἐναπεγράφης χοροστασίαις καὶ τῇ τῶν πρωτοτόκων βίβλῳ συγκατελέγης, δι' ἣν καὶ τῶν μεγίστων ἀγαθῶν ἀπολαύσειας καὶ τῶν αἰωνίων χαρίτων κατατρυφήσειας; Ἀλλὰ τί δή; γένει μὲν εὐκλεεῖ καὶ μεγάλῳ θάλλεις, ἀρετῶν δὲ ταῖς μετεωροτέραις καὶ θείαις σεμνύνῃ, καὶ πλούτῳ μὲν βρίθεις καὶ τῷ τῆς ἀρχῆς ὄγκῳ καὶ μεγέθει ἐφ' ὕψος αἴρῃ, καταφρονεῖς δὲ δικαιοσύνης τῷ κράτει θαρροῦσα καὶ νόμων ὑπερφρονεῖς καὶ τὴν ἰσονομίαν χαίρειν ἐᾷς; ἢ τοῖς μὲν ἐπιχορηγεῖς δαψιλῶς τὰς εὐεργεσίας, τοῖς δὲ τὴν χεῖρα κατέχεις καὶ τῶν ἀκηράτων οὐ δίδως ἐμφορεῖσθαι ναμάτων, φειδωλῶς καὶ γλίσχρως πως περὶ τὴν εὐποιΐαν ἀνακειμένη; οὐμενοῦν, ἀλλὰ πάντα ὥσπερ ἐφ' ἑνὶ κρατῆρι τῇ ἑαυτῆς ψυχῇ συγκεράσασα φιλάνθρωπος, εὐμενέστατος, εὐπροσήγορος ταπεινή τε καὶ ἥμερος ἐπιλάμπουσα ἡμῖν ἀναπέφηνας. σὺ καὶ μοναρχεῖς ἄριστα καὶ διαιτᾷς ἀδέκαστα καὶ κρατεῖς ὑψηλότατα· σὺ καὶ τοὺς τῆς ἀρχῆς ὅρους ἰθύνεις εὖ μάλα, χρηματίζεις τε πᾶσι κατὰ τὸ πρέπον, καὶ τοῖς μὲν ὁμιλοῦσι χαρίεσσά τις φαίνῃ καὶ εὐπροσήγορος, τοῖς δὲ τὸ βῆμα περιεστηκόσι καταπληκτική τε καὶ φοβερά, καὶ τοῖς μὲν ὑπηκόοις ἥμερος καὶ εὐπρόσιτος, τοῖς δ' ἐναντίως ἔχουσι δεινή τις καὶ λεοντῶδες πνέουσα. σὺ καὶ τὴν νομοθετικὴν ἠγάπησας, ὅτι τῆς πολιτείας κόσμος ἐστί· σὺ καὶ τὸν τὴν νομοθετικὴν ἀκριβῶς ἐξασκήσαντα τέχνην ἐτίμησας, ὅτι τοὺς νόμους χαμαὶ κειμένους εἰς ὕψος ἀνήγειρε, καὶ τούτων ἄρχειν ἐπέταξας, ὅτι τούτους ἐκράτυνε, δείξασα κἀν τούτῳ πάντως τὸ τῆς σῆς φύσεως ὑπέρνουν τε καὶ μεγαλόγνωμον. οὕτω γὰρ ὁ ἀνὴρ ἐν τούτῳ μόνους τοὺς τῆς τέχνης εἰδήμονας ὑπερηκόντισέ τε καὶ ὑπερήλασεν, ὅσον τοῖς ἄλλοις καὶ τοὺς τῶν λοιπῶν μαθημάτων μετεσχηκότας ὑπερεβάλλετο· ὃν εἴ τις ὁδηγὸν καὶ λύχνον καὶ φῶς τῶν νόμων προσείποι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ∆ιὰ ταῦτά σοι καὶ θεός, ὁ τὸ εὖ εἶναι παρασχόμενος διὰ σοῦ πᾶσιν, αὐτός σοι καὶ μακραίωνας χρόνους εἰς κοινὴν τοῦ γένους εὐεργεσίαν χαρίσαιτο καὶ εἰς τὴν ἐκεῖθεν εἰσοικίσαιτο βασιλείαν τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατάλυτον. 12 Τῇ αὐτῇ ἐγκώμιον [Ἰδ]ού [σ]οι καὶ πάλιν δημηγόρος ἐφέστ[ηκ]α, τῷ βασιλίδι τῶν ἀρετῶν μάλιστα ἢ τῶν πόλεων ὧν προ[.....]μαι. ἰδοὺ καὶ πάλιν τὴν ἐ[μ]ὴν γ[λῶ]σσαν εἰς σοὺς ἐπαίνους κινῶ καὶ ὑπόθεσιν λόγων [τὰ]ς σὰς ἀρετὰς [..]σ[.....ποιοῦ]μαι. [..........] τῶν πολιτῶν περί σου φωνὰς ὑποκρίνομαι καὶ ᾄδειν τολμῶ τὰ σὰ μεγαλεῖα καὶ θαυμάσια. τίς γὰρ σοῦ κρείττων τῶν ἁπασῶν γυναικῶν ἢ κάλλει σώματος ἢ κόσμῳ ψυχῆς [ἢ γ]νώμης ἀνδρείᾳ ἢ προνοίᾳ τῶν ὑπηκόων ἢ φροντίσιν ἢ σκέμμασιν ἢ βουλεύμασιν; ὁπόσα γὰρ καὶ τοῖς περιβοητοῖς ἐπὶ φρονήματι μεμαρτύρηται, ταῦτα μόνη συλλαβοῦσα ἐν πᾶσιν εὐδοκιμεῖς καί, ἵνα δὴ ἐπὶ κεφαλαίου σοι μνησθήσομαι ὧν πεπλούτηκας, ἔχεις ἀπὸ γένους τὸ εὐγενές, ἀπὸ τρόπου τὸ εὐσταθές, ἀπὸ ψυχῆς τὸ εὐθές, ἀπὸ τῆς γλώττης τὸ ἀληθές, τὴν διάνοιαν ὀξεῖα, τὴν φύσιν ταχεῖα, τὴν γνώμην εὐθεῖα, τὸν νοῦν δραστήριος, τὸν λογισμὸν εὐπερίστροφος, τὸν τρόπον εὐάγωγος. Εἰ λόγος ἐστὶ σκέψεως, ταύτῃ ἂν πρὸ πά[ντων] τὴν καλλίστην γνώμην εἰσενέγκοις· εἰ βουλευμάτων, ὑπὲρ πάντας βουλεύσαιο· εἰ πρά[ξεων], αὐτίκα συμφερόντως πράξειας· καί, ἵνα τἆλλα παρῶ τῶν σῶν φροντίδων καὶ βουλευμάτων, ἐπὶ ὑ[..........] ὑποθέσεως τὰς διηριθμημένας σοι συνδραμούσας ἐπιδείξομαι ἀρετάς. ἔδει βα[σιλέως ....] πράγμασιν ὥσπερ ἐπιστάτου τινὸς ἢ κυβερνήτου ναυαγοῦσί τισιν ἢ [............]. ἔδει χειρὸς τοῖς πεσοῦσι καὶ ἰσχύος τοῖς ἀναστήσεσθαι δεομένοις. ἐξεῦρες οὖν