καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι· «ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπα τηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ». ἀλλὰ ταῦτα ἐκείνων λεγόντων φησὶν ὁ προφήτης· «καὶ κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆ σαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐ τῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται». αὕτη ἡ περικοπὴ ἡ δευτέρα τοῦ ἀναγνώσματος. Πῶς οὖν λέγει ὁ προφήτης· «ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην»; θεὸς ἀπατᾷ; πῶς οἰκονομήσω τὸν λόγον, ἀπορῶ. ἐὰν γὰρ διὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ βλέπω τι εἰς αὐτόν, οἰκονομίας δεῖται γενναίας τὰ λεχθησόμενα. παυσάμενος τοῦ ἀπατᾶσθαι λέγει ὁ προ φήτης· «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην», ὡς τῆς στοιχειώσεως καὶ εἰσαγωγῆς γεγενημένης αὐτῷ ἐν ἀπάτῃ καὶ μὴ δυναμένῳ αὐτῷ στοιχειωθῆναι καὶ εἰσαχθῆναι εἰς θεοσέβειαν, ἐὰν μὴ πρότερον ἀπα τηθῇ, ἵνα ἥκῃ ὕστερον ἐπὶ τὸ συναισ<θη>θῆναι τῆς ἀπάτης. ἀρκεῖ δὲ μόνον παράδειγμά τι εἰπεῖν χρήσιμον εἰς τὰ προκείμενα. παιδίοις λαλοῦμεν ἄγοντες τὰ παιδία, καὶ οὐχ ὡς τελείοις λαλοῦμεν, ἀλλ' ὡς παιδίοις δεομένοις [διὰ] τῆς παιδεύσεως λαλοῦμεν αὐτοῖς, καὶ ἀπατῶμεν τὰ παιδία φοβοῦντες [τὰ παιδία], ἵνα παύσηται τῆς ἐν παισὶν ἀπαιδευ σίας, καὶ φοβοῦμεν τὰ παιδία ἀπάτης λόγους λέγοντες διὰ τὸ ὑποκεί μενον τῇ νηπιότητι αὐτῶν, ἵνα διὰ τῆς ἀπάτης ποιήσωμεν αὐτὰ φοβηθῆναι καὶ διδασκάλοις φοιτῆσαι καὶ ἀπαγγεῖλαι καὶ ποιῆσαι τὰ ἐπιβάλλοντα προκοπῇ παιδίων. πάντες ἐσμὲν παιδία τῷ θεῷ καὶ δεόμεθα ἀγωγῆς παιδίων. διὰ τοῦτο ὁ θεὸς φειδόμενος ἡμῶν ἀπατᾷ ἡμᾶς (καὶ εἰ μὴ αἰσθανόμεθα τῆς ἀπάτης πρὸ καιροῦ), ἵνα μὴ ὡς ὑπερβεβηκότες τὸ νήπιον, μηκέτι δι' ἀπάτης παιδευώμεθα, ἀλλὰ διὰ τῶν πραγμάτων. ἄλλως τὸ παιδίον εἰς φόβον ἄγεται, ἄλλως τὸ προκόψαν τῇ ἡλικίᾳ καὶ διαβεβηκὸς τὴν παιδικὴν ἡλικίαν. εἰ γὰρ δύναμαι δι' ἀπάτης αὐτὸ παιδαγωγῶν †, ἵνα εἴπῃ ὁ ἀπατῶν θεός· «παι δεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν». Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων. ὁ λέγων· «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» ἀληθεύων ἔλεγεν, ἢ οὐκ ἀληθεύων καὶ ἀπα τῶν ἀπάτην ἐπιστρέφουσαν; ἥτις ἐπιστροφὴ εἰ μὴ γεγόνει, οὐκέτι ἀπάτη ἦν ἀλλ' ἤδη ἀλήθεια τὸ λεγόμενον, καὶ ἦν ἂν ἀκολουθήσασα καταστροφὴ τῇ Νινευῇ. ἦν ἐπὶ τοῖς ἀκούουσιν, ἤτοι ἀπατηθεῖσι καὶ πιστεύσασι τοῖς λεγομένοις ὡς ἀληθέσιν εὐεργετηθῆναι καὶ μὴ καταστραφῆναι. ἢ μὴ γινομένου ἀληθοῦς τοῦ εἰρημένου καὶ μὴ ἀπατη θεῖσιν, ἀλλὰ καταλαβοῦσιν ὅτι τὰ εἰρημένα οὐκ ἔσται, καταφρονῆσαι τῶν εἰρημένων ὡς ἀπάτης <καὶ> παθεῖν οὐχὶ τὸ «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται», ἀλλὰ τολμῶ καὶ λέγω πολλῷ χαλεπώ τερα τοῦ «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται». τῇ γὰρ ὑποθέσει ἡμαρτηκότες [εἰ μὴ μετανοήκεισαν] Νινευῖται εἰ μὴ μετα <νε>νοήκεισαν, τάχα μὲν «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» ἐγίνετο· ἀλλ' ἔστω ὅτι οὐκ ἐγίνετο τόδε, τούτου χεῖρον ἐγίνετο, πυρὶ αἰωνίῳ παρεδίδοντο. ∆ιὰ τοῦτο ἄλλη κόλασις κατὰ τὸν νόμον εἴρηται τοῖς ὡς παιδίοις παιδαγωγουμένοις· οἷς «δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου [οὗ]», ἄλλαι κολάσεις ἀναγεγραμμέναι εἰσίν. σύγκρινε τὰς κατὰ τὸν νόμον κολά σεις ἁμαρτωλῶν ταῖς κατὰ τὸ εὐαγγέλιον κολάσεσιν ἁμαρτωλῶν, καὶ ὄψει ὅτι ἐκεῖνοι μὲν ὡς νήπιοι ἤκουσαν κολάσεων ἐκείνοις νηπίοις ἁρμοζουσῶν, ἡμεῖς δὲ ὡς τέλειοι τὴν ἡλικίαν ἀκούομεν κολάσεων χαλεπωτέρων. μοιχὸς εἰ τότε γεγένηται ἢ μοιχαλίς, ἡ ἀπειλὴ οὐ γέεννα, οὐ πῦρ αἰώνιον, ἀλλά· λίθοις λιθοβοληθήσεται· «λιθοβολεί τω αὐτὸν πᾶσα ἡ συναγωγή». ἐρεῖ ἀπελθὼν ὁ ἐν τούτοις εὑρεθεὶς μοιχός, ἡ ἐν τούτοις εὑρεθεῖσα μοιχαλίς· εἴθε καὶ ἐπ' ἐμοῦ ὁ λόγος ἐρεῖ, ὁ λαὸς λίθοις με ἔβαλλε καὶ μὴ τετηρημένος ἤμην εἰς τὸ αἰώνιον πῦρ.