42
ἐνηχοῦντος ἀκροώμενος Λόγου, ὥσπερ βιβλίῳ τῇ ψυχῇ τὰ νοήματα τὰ θεῖα χαράττοντος. Τί οὖν εἰπεῖν Ἡσαΐας προστάττεται, Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Τίνα δὲ βλέψουσιν, ἢ τίνος ἀκούσονται, παρῆκεν ἡμῖν καταλιπὼν τοῦτο 1945 σκοπεῖν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου λεγούσης, ὅτι Ὃν σὺ τεθέασαι Κύριον, ὦ προφῆτα, τοῦτον ὄψεται καὶ ὁ λαὸς οὗτός ποτε· καὶ οὗπερ ἀκήκοας, κακεῖνος ἀκούσεται· ἀλλ' οὐ συνήσει, οὐδὲ γνώσεται, τὴν αὐτοῦ χάριν δέξασθαι μὴ βουλόμενος, ὡς ἀνθρώπου φανέντος ἐπὶ τῆς γῆς. Τοιγαροῦν προϊὼν, "Ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, φησὶ, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. ∆ιότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Τὸν δὲ τρόπον τοῦ ἑωρακέναι δεικνὺς, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὁ μὲν γὰρ, ἅτε φῶς ὑπάρχων, πάντων ἐφώτιζε τὰς ψυχὰς, ὡς καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι. Οἱ δὲ τοὺς ὀφθαλμοὺς καταμύσαντες, βλέποντες οὐκ ἔβλεπον, τουτέστι, δυνάμενοι βλέπειν, οὐκ ἤθελον. Γίνεται δὲ τοῦτο, ἢ καταφρονήσει τοῦ ὁρωμένου παρατρεπόντων τοὺς ὀφθαλμοὺς, ἢ προσποιήσει τοῦ μὴ ἑωρακέναι, ἅ τις ἑώρακε. Τὸ μὲν οὖν βλέψαι παρῆν αὐτοῖς ἀπὸ τῆς τοῦ ὀφθέντος χάριτος· τὸ μὴ ἰδεῖν δὲ συμβέβηκεν μυσάντων τοὺς ὀφθαλμούς. Οὕτως ἀκούων τις οὐκ ἀκούει, εἰ μὴ συνιῇ παρακούων· ἃ δὴ γέγονεν αὐτοῖς ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Παρόντα γὰρ αὐτὸν ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον, τά τε μυστήρια τῆς βασιλείας διδάσκοντος οὐκ ἠνείχοντο. Οὕτω γὰρ καὶ Παῦλος νοῶν ἔλεγεν ἐν ταῖς Πράξεσιν πρὸς τοὺς ἐν Ῥώμῃ τυγχάνοντας Ἰουδαίους· "Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγον· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ," καὶ τὰ ἑξῆς, εἰς τὴν τοῦ Σωτῆρος ἀναφέρων ἐπιδημίαν τὸν λόγον. Τοῦτο δὲ ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς, τοῖς ἐξ Ἰσραὴλ ἀπειθεῖν εἰρημένοις· "Μὴ γογγύζετε κατ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν." Καὶ πάλιν· "Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρός με." Οὐκ οὖν ἐκκέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ δι' ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς αὐτοῦ σωτηρίας τε καὶ ζωῆς· καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ Ἡσαΐου· Ὅτι ἀκάθαρτα χείλη ἔχω, καὶ περὶ τοῦ λαοῦ πάλιν τὰ ὅμοια, αὐτῷ μὲν ἐδόθη διὰ τοῦ ἄνθρακος ἡ χάρις τῆς συγχωρήσεως· τοῖς δὲ, οὐκέτι. Ὁ μὲν γὰρ ἰδὼν Κύριον Σαβαὼθ, ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον. Καὶ ὁ μὲν ἀκούσας τῆς δοξολογίας, συνῆκεν· οἱ δὲ τοῦ Σωτῆρος ἀκούσαντες, οὐκ ἐδέχοντο. Καὶ ὁ μὲν κατανυγεὶς τῆς ἰδίας ἁμαρτίας ᾐσθάνετο, καὶ τάλας ἔφη πρὸς ἑαυτόν· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς τὸ μὴ τῶν ἰδίων κακῶν ἐπαισθάνεσθαι, καὶ προσελθεῖν τῷ δωρουμένῳ τὴν ἄφεσιν. ∆ι' ὅ φησιν ὁ Κύριος πρὸς αὐτούς· "Ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν." ∆όξει δὲ κωλύειν ἐπὶ τοὺς χρόνους ταῦτα τοῦ Σωτῆρος ἀνάγεσθαι, τὸ (Εἶπον τῷ λαῷ τούτῳ) λέ 1948 γεσθαι δεικτικῶς. Τοῦ γὰρ δεικνυμένου λαοῦ τίς ἤμελλε τοῦ Σωτῆρος ἀκούειν, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια; Ἐξ ὁμοίου δὲ τοῦτο νοήσομεν. Εἴρηται γάρ τινι τῶν δώδεκα· "Λαός μου, τί ἐποίησά σοι; ἀποκρίθη τί μοι. ∆ιότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωσῆ, καὶ Ἀαρὼν, καὶ Μαριάμ." Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, οὐδὲ παρὰ τῶν εἰρημένων ὡδήγηται, καὶ ὅμως, ὡς ἐπὶ τούτοις ἀγνωμονῶν ὀνειδίζεται· οὕτω καὶ νῦν οἱ μὲν τότε ζῶντες ἐδείκνυντο· τὰ δὲ τῆς προφητείας, κατὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἐξέβαινεν. Ἔστι δὲ καὶ συνήθης ὁ τοιοῦτος λόγος ἡμῖν, ὃν ἀλλοιούμενόν τινες προσηγόρευσαν. Τὸν αὐτὸν γὰρ καλοῦμεν χορὸν, καὶ ὅτε καθ' ἕνα ἐκάστου τῶν αὐτὸν πληρούντων ὑπεξελθόντος, ἕτεροι τοὺς ἐκείνων διαδέξονται τόπους. Ὃ δὴ καὶ πάσχουσιν πόλεις διαδοχῇ τῶν ἐπιγινομένων ἀντὶ τῶν ἐν μέρει θνησκόντων ἀναπληρούμεναι. Οὕτω καὶ λαὸς ὁ νῦν