κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι πάλιν αὐτήν. καὶ περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους· καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἑλλαδᾶ καταβιβάζει τοὺς οἰ 722 κείους Ἀλεξάνδρου τοῦ βασιλέως ἤγουν Ἰωάννην τὸν ῥαίκτορα καὶ τὸν Γαβριηλόπουλον καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ Ζωὴ ἡ Αὐγοῦστα Θεοφύλακτον τὸν ∆ομηνίκου ἑταιρειάρχην. Ἰωάννης δὲ μάγιστρος ὁ Ἑλλαδᾶς νοσήσας τελευτᾷ. συμβουλῇ δὲ Θεοφυλάκτου ἑταιρειάρχου Ζωὴ καταβιβάζει μετ' ὀργῆς ἀπὸ τοῦ παλατίου Νικόλαον πατριάρχην, τῆς ἰδίας ἐκκλησίας περιποιεῖσθαι καὶ φροντίζειν εἰποῦσα. μετ' οὐ πολὺ δὲ Κωνσταντῖνος παρακοιμώμενος διαβάλλει πρὸς Ζωὴν τὸν ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἀδελφὸν αὐτοῦ. προφασιστικῶς οὖν πατρίκιον αὐτὸν ποιήσαντες, ἐπεὶ κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ ὡς ἔθος ἐστὶ λαβεῖν εὐχήν, οἴκοι τοῦτον μένειν παρεκελεύσατο. προεβάλετο δὲ Ζωὴ ἑταιρειάρχην Ἰωάννην τὸν Γαριδᾶν καὶ δρουγγάριον τῆς βίγλης ∆αμιανὸν εὐνοῦχον. 7. Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην ληιζομένου, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς πατρίκιος γενέσθαι καὶ κατ' αὐτοῦ τοὺς Πατζινάκους ἀγαγεῖν· δῶρά τε λαβὼν ἀπῆλθε, καὶ ὁμήρους ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων περᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. 8. Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων· ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέρων κρατοῦντα ταῖς χερσὶ τῇ ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μεταγαγεῖν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ 723 τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. 9. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν. μετ' οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος ὁ πατρίκιος μετὰ δώρων πολλῶν, καὶ ἔλαβεν αὐτήν. ἦλθε δὲ καὶ ∆αμιανὸς ὁ ἀμηρᾶς μετὰ στόλου εἰς Στρόβηλον, καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, καὶ ἀπεστράφησαν οἱ Σαρακηνοὶ διακενῆς. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, ἔνδον τοῦ ἐν Ἀθήναις ναοῦ λίθοις βαλόντες ἀνεῖλον. 10. Τὴν κατὰ Χριστιανῶν ἔπαρσιν τοῦ Συμεὼν βλέπουσα Ζωὴ βουλεύεται μετὰ τῶν ἐν τέλει ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν τῇ Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς. τὰ θέματα δὲ πάντα φιλοτιμησαμένη πρὸς τὴν Θρᾴκην διεπέρασεν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. οἱ οὖν στρατηγοὶ καὶ ἄρχοντες πάντες τὴν εἰς ἀλλήλους ὁμόνοιαν ἐπισφίγγοντες ἐν τοῖς τιμίοις ξύλοις ὤμοσαν 724 καὶ τοῦ ὅρκου γενομένου πανστρατεὶ ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων. συνῆν δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λεόντιος σύμβουλος αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ κʹ ἐπινεμήσεως εʹ ὁ πόλεμος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελώῳ ποταμῷ συγκεκρότηται· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, γίνεται σφαγὴ οἵα ἐξ αἰῶνος οὐ γέγονεν· Λέων δὲ ὁ ∆οὺξ ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. ἀπεστάλη δὲ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ ∆ανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκους, ὡς εἴρηται,