De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀλλήλων τὰς χεῖρας, διέρχονται μέχρι τῶν βασιλικῶν πυλῶν, κἀκεῖσε στὰς ὁ βασιλεὺς ἅπτει κηρούς, καὶ τοῦ πατριάρχου ἐκτελέσαντος τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, ἐπιδίδοι ὁ βασιλεὺς τῷ τῆς καταστάσεως. Καὶ ἀσπασάμενος ὁ βασιλεὺς τὸ ἄρχαντον Εὐαγγέλιον, εἰσέρ 1.123 χεται μέσον διὰ τοῦ ναοῦ, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος καὶ τῆς σωλαίας διελθών, ἵσταται ἐνώπιον τῶν ἁγίων θυρῶν, καὶ λαβὼν κηρία ἀπὸ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδιδοῖ αὐτὰ πάλιν τῷ πραιποσίτῳ καὶ εἰσέρχεται ἔνδον εἰς τὸ θυσιαστήριον, καὶ ὑφαπλοῖ ἐν τῇ ἁγίᾳ τραπέζῃ δύο εἰλιτά, ἀσπαζόμενος δύο ἱερὰ ποτήρια καὶ δύο ἱεροὺς δίσκους καὶ τὰ σπάργανα τοῦ Κυρίου· εἶτα λαβὼν ἀπὸ τοῦ πραιποσίτου ἀποκόμβιον ὁ βασιλεύς, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ καὶ ἐξέρχεται διὰ τῆς πλαγίας τοῦ βήματος, καὶ εἰσέρχεται εἰς τὸ μητατώριον, ἅπτων κἀκεῖσε κηρούς. Τελουμένης δὲ τῆς θείας λειτουργίας, ἡνίκα μέλλουσι τὰ ἅγια διέρχεσθαι, ἐξέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπό τε τῶν πατρικίων καὶ λοιπῶν ἀρχόντων, καὶ κατέρχεται διὰ τῆς πλαγίας τοῦ ναοῦ, καὶ ἀπέρχεται, ἔνθα ἵσταται τὸ κηρίον, ὅπερ μέλλει βαστάξαι, καὶ πλησιάσαντος τοῦ βασιλέως εἰς τὸν τόπον, ἐν ᾧ ἵσταται τὸ κηρίον αὐτοῦ, ἵσταται ἡ σύγκλητος ἔνθεν κἀκεῖθεν, καὶ διέρχεται μέσον αὐτῶν. Καὶ πλησιάσαντος τῇ λαμπάδι αὐτοῦ, ἤγουν τῷ κηρίῳ, λαμβάνει αὐτὸ ὁ πραιπόσιτος καὶ ἐπιδιδοῖ τῷ βασιλεῖ, καὶ λαβὼν αὐτό, αὖθις ὑποστρέφει, ὀψικευόμενος ὑπὸ τῶν ἀρχόντων, καὶ διέρχεται ὄπισθεν αὐτῶν, ὀψικεύων τὰ ἅγια, καὶ εἰσέρχεται διὰ τῆς σωλαίας, καὶ τῶν ἁγίων θυρῶν πλησίον γενόμενος, ἐπιδίδωσι τὸ κηρίον τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τίθησιν αὐτὸ ἐπάνω τῆς σωλαίας, πλησίον τῶν ἁγίων θυρῶν, καὶ πλησίον αὐτοῦ ἑστὼς ὁ βασιλεύς, ἐκδέχεται ἐκεῖσε, ἕως ἂν διέλθωσι τὰ ἅγια, καὶ προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης. Ἀπέρχεται πάλιν ὁ βασιλεὺς εἰς τὸ μητατώριον· ἡνίκα δὲ ἐγγίσῃ ὁ ἀσπασμός, ἐξέρχεται πάλιν, καὶ ἀπελθὼν ἀσπάζεται τὸν πατριάρχην, μητροπολίτας τε καὶ ἐπισκό 1.124 πους, ἄρχοντάς τε τῆς Ἐκκλησίας καὶ κληρικοὺς τοὺς ἐξ ἔθους ἀσπαζομένους τὸν βασιλέα, ὁμοίως καὶ τρία φωτίσματα, καὶ στάντος τοῦ βασιλέως ἐν τῷ τόπῳ, ἐν ᾧ εἴθισται αὐτὸν πάντοτε διδόναι τὴν ἀγάπην τοῖς ἄρχουσιν, εἰσέρχονται οἱ πατρίκιοι, στρατηγοί τε καὶ δομέστικοι, καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες, οἱ δήμαρχοι καὶ ὁ τῆς καταστάσεως, ἅπαντες δὲ οὗτοι κατὰ τὰς ἰδίας αὐτῶν τάξεις προσκυνοῦντες, ἀσπάζονται καὶ ἵστανται εἰς τὰς ἰδίας αὐτῶν τάξεις τε καὶ στάσεις ἔνθεν κἀκεῖσε, καὶ μετὰ τὸ ἀσπάσασθαι τὸν βασιλέα πάντας τοὺς προρρηθέντας, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης. Πάλιν ἀπέρχεται ὁ βασιλεὺς εἰς τὸ μητατώριον, καὶ τῆς θείας κοινωνίας καταλαβούσης, ὁ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος τῷ βασιλεῖ, καὶ ἐξέρχεται δηριγευόμενος ὑπὸ τῶν προειρημένων, καὶ πλησίον τοῦ πατριάρχου γενόμενος πρὸς τὸ κοινωνῆσαι τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κρατοῦσι δύο ὀστιάριοι δουμνικάλιον ἡπλωμένον, καὶ δεξάμενος τὸ τίμιον δῶρον ἐν ταῖς χερσὶν αὐτοῦ, ἀσπάζεται τὸν πατριάρχην, καὶ τὸ πούλπιτον κατελθὼν καὶ σφραγίσας ἐκ τρίτου, κοινωνεῖ τὸ ἅγιον δῶρον. Εἶθ' οὕτως ἀνέρχεται τὸ αὐτὸ πούλπιτον καὶ ὑφαπλοῦσιν οἱ ὀστιάριοι τὸ δουμνικάλιν ὑποκάτω, καὶ λαβὼν τὸ νᾶμα παρὰ τοῦ πατριάρχου, κατέρχεται, καὶ εὐξάμενος προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, εἶτα ὑποστρέψας εἰσέρχεται εἰς τὸ μητατώριον καὶ κραματίζει μετὰ τῶν πατρικίων καὶ λοιπῶν ἀρχόντων, οὓς ἂν κελεύσῃ. Εἶτα περιβάλλεται διὰ τῶν βεστητόρων τὴν χλανίδα αὐτοῦ, καὶ κελεύει τῷ πραιποσίτῳ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ διέρχεται μετὰ τοῦ βασιλέως ἕως τοῦ Ἁγίου Φρέατος, κἀκεῖσε στάντος τοῦ βασιλέως, κράζει ὁ ἄργυρος τοὺς εἰωθότας λαμβάνειν τὰ χρυσᾶ βαλαντίδια. Ὁ 1.125 οὖν πραιπόσιτος λαμβάνων ἐκ τοῦ ἀργύρου τὰ βαλαντίδια, ἐπιδίδωσι τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς δίδωσιν οὓς κράζει ὁ ἄργυρος, καὶ εἰσελθὼν ἔνδον τοῦ βήλου μετὰ τῶν τοῦ κουβουκλείου ἀρχόντων, ἐπιδίδωσιν ὁ πραιπόσιτος τὸ στέμμα τῷ πατριάρχῃ, κἀκεῖνος στέφει τὸν βασιλέα, καὶ εἶθ' οὕτως ἐπιδίδωσιν ὁ πατριάρχης εὐλογίας τῷ βασιλεῖ, εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἀντιδίδωσι τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης ἀντιδίδωσι τῷ βασιλεῖ ἀλειπτά. Καὶ ἀλλήλους ἀσπασάμενοι, ἐξέρχεται ὁ βασιλεὺς καὶ ἵσταται ἔξω τῆς πύλης τοῦ Ἁγίου Φρέατος τῆς ἐξαγούσης εἰς τὸν ἔμβολον, κἀκεῖσε δέχεται αὐτὸν τὸ