ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρ ητήσατο, "οὐκ ἔχομεν" λέγων "βασιλέα εἰ μὴ Καίσαρα" καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἐξαιτούμενος καὶ ὡς δικαίῳ τῷ φόνῳ ἐναβρυνόμενος, ἀφ' ὧν καὶ οὗτοι κἀκεῖνος κοινῶς τῆς βασιλείας ἐξέ πεσον. 309 Mt 27, 44 Ὁ μὲν οὖν εἷς τῶν λῃστῶν ταῖς τῶν Ἰουδαίων ἀφιλοθεΐαις συν διαιτώμενος τοὺς αὐτοὺς ἐκείνοις ἠρεύγετο λόγους· εἰ γὰρ "σὺ εἶ", φησίν, "ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς". ὅ γε μὴν ἕτερος τὴν ἐναντίαν ἐκείνῳ βαδίζων ὁδὸν εἰκότως θαυμάζεται· πεπίστευκε γὰρ εἰς αὐτὸν καίτοι δίκης ἀπηρτημένης οὕτω πικρᾶς, ἐπιτιμᾷ ταῖς τῶν Ἰου δαίων ἀθυροστομίαις καὶ ταῖς τοῦ συγκρεμαμένου φωναῖς, ὡμολόγησε τὴν ἁμαρτίαν, ἵνα δικαιότερος φανῇ· μεμαρτύρηκε γὰρ Χριστῷ τὸ ἀνυπαίτιον παντελῶς καὶ τῆς τῶν σταυρωσάντων ἀπονοίας κατήγορος ἦν, ταύτῃ τοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον, τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπογραφήν. σταυρούμενον γὰρ βλέπων βασιλέα ἐκάλει· τὸν ἐν ἀτιμίᾳ καὶ πάθει προσεδόκησεν ἥξειν ἐν δόξῃ θεοπρεπεῖ, ἥρπασε τὴν πίστιν, καίτοι εὐγενῶς οὐ τεθραμμένος, ὀνίνησι δὲ καὶ ἡμᾶς <ἀνοίγων ἡμῖν τοὺς> οὐρανούς. 311 Mt 27, 45 Τὸ σκότος ἐφ' ὅλην τὴν γῆν ἐγένετο ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης τοῦ ἡλίου ἐκλείποντος, ἵν' εἰδεῖεν, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον ὑπὲρ αὐτῶν τὴν κτίσιν λαβών, ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι' αὐτούς. τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος ἡλίου τὴν ἀ κτῖνα συστείλαντος καὶ οἷον οὐκ ἀνεχομένου πέμπειν αὐτὴν ἔτι τοῖς γε γονόσι κυριοκτόνοις. καὶ καθ' ἕτερον δὲ τρόπον ἐσκοτίσθαι φαμὲν τὴν Ἰουδαίων χώραν ἤτοι τοὺς κατοικοῦντας αὐτήν, ὅτι οὐκ εἰσεδέξατο τὸν ἥλιον τῆς δικαιοσύνης καὶ "τὸ φῶς τὸ ἀληθινόν". 312 Mt 27, 46 Εἶπεν ὁ κύριος τὴν φωνὴν ταύτην ὡς ἄνθρωπος, ἵνα κατορθώσῃ τῇ ἡμετέρᾳ τῶν ἀνθρώπων φύσει τὸ μετὰ παρρησίας λέγειν πρὸς τὸν θεόν, ἵνα τί με ἐγκατέλιπες· μόνοις γὰρ τοῖς καθαροῖς καὶ ἁμαρτίας ἐκτός ἐστιν ἀδεὲς τοῦτο λέγειν. λέγων δὲ θεέ μου πρὸς τὸν πατέρα οὐδὲν ὑπομένει βλάβος περὶ τὴν οἰκείαν θεότητα καὶ δόξαν φύσει θεὸς ὤν, ὅταν ὡς ἄνθρωπος λέγῃ ταῦτα τὰ τῇ ἀνθρωπότητι πρέποντα, ἐπεί περ καὶ ἡμεῖς, ἐὰν καλῶμεν τὸν θεὸν πατέρα, οὐ παρὰ τοῦτο ἀπεβαλό μεθα τὸ εἶναι ἄνθρωποι φύσει καὶ κτίσματα θεοῦ, κἂν κατὰ χάριν ἡμᾶς ὁ θεὸς εἰς υἱότητα καλῇ διὰ τὴν εἰς Χριστὸν πίστιν. 313 Mt 27, 50 Μέγα καὶ ἐξαίρετον κατωρθώθη διὰ Χριστοῦ ταῖς ἡμετέραις ψυχαῖς· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς εἰς θεὸν πίστεως καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις ηὑρέθη πλουτήσασα, κεκαι νοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλατ τομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· "κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου". καὶ ἕτερος δὲ γράφει τῶν ἀποστόλων· "ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς" ἑαυτῶν "ψυχάς". 314 Mt 27, 51-54 Ἐσείσθη δὲ καὶ ἡ γῆ τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν σημαί νουσα ἢ καὶ δείκνυσι τὴν κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνηκότων ἀγανά κτησιν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας σημεῖόν ἐστι τοῦ τὴν "λιθίνην" τῶν ἐθνῶν "καρδίαν" ἀνεωχθῆναι πρὸς ὑποδοχὴν τοῦ εὐαγγελικοῦ σπό ρου. οἱ δὲ ἀναστάντες ἅγιοι καὶ ὀ φθέντες τοῖς πολλοῖς οὐ πρόωρον ἔλαβον μόνοι ἐκεῖνοι τὸ τῆς ἀνα στάσεως χάρισμα, ἀλλ' εἰς σημεῖον γέγονεν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. εἰς τοῦτο οἶμαι καὶ ὁ νόμος ὑπέβλεπε κελεύων τὸν ἀκουσίως φονεύσαντα φυγόντα αὖθις ἐπανατρέχειν εἰς τὴν πατρίδα μετὰ τὸν θάνατον τοῦ ἀρχιερέως· ὁ γὰρ τοῦ Χριστοῦ θά νατος τὴν εἰς τὴν ἄνω Ἰερουσαλὴμ ἄνοδον τοῖς ὑπευθύνοις ἡμῖν ἀπέ δωκεν. Ἐσείσθη ἡ γῆ σημαίνουσα τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν τῶν πραγμάτων κἂν τὴν ἀγανάκτησιν δεικνύῃ τοῦ θεοῦ