βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
παρωξύνατέ με ἐπὶ τοῦ ὕδα 110.176 τος τῆς ἀντιλογίας καὶ λοιδορίας τοῦ λαοῦ. Καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καθὰ συνέταξε Κύριος, ἐναντίον πάσης συναγωγῆς καὶ ἐξέδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους" ἐν τῷ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ζήσας ἔτη, ρκγʹ. "Καὶ εἶδε πᾶσα ἡ συναγωγὴ, ὅτι ἀπελύθη Ἀαρὼν, καὶ ἔκλαυσαν αὐτὸν ἡμέρας λʹ."
ΚΑʹ. Περὶ τῆς τελευτῆς Μωϋσέως. Καὶ μετὰ ταῦτα εἶπε Κύριος πρὸς Μωϋσῆν· "Ἀνάβηθι εἰς τὸ ὄροςτὸ Ναβαὺ, καὶ ἴδε τὴν γῆν ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τελεύταἐκεῖ ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός 90 σου ἐν τῷ ὄρειδιότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος (τῆς) ἀντιλογίας Κάδης, καὶ οὐχ ἡγιάσατέ με ἐν τῷ λαῷ· ὅτι ἀπέναντι ὄψει τὴν γῆν ἐκείνην, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ." ̣2 ̣ Τοῦ δὲ Μωϋσέως πολλάκις δεηθέντος τοῦ Θεοῦ περὶ τούτου καὶ λέγοντος· "∆ιαβὰς οὖν ὡδέποτε, Κύριε, τὸν Ἰορδάνην, ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος καὶ τὸν Ἀντιλίβανον." Καὶ εἶπε Κύριος πρὸς αὐτόν· "Ἱκανούσθω σοι· ὅρα μὴ προσέλ θῃς μοι ἔτι λαλῆσαι περὶ τούτου, ἀλλ' ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος, ὅτι τοῖς ὀφθαλμοῖς σου ὄψει αὐτὴν ̣17 b ̣, καὶ ἐκεῖ οὐκ εἰσελεύσει." ̣3̣ Καὶ γράψας ἐκ προστάγματος Κυρίου τὴν ᾠδὴν τὴν μεγάλην καὶ διαθήκην, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἀνέβη εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ, ὅ ἐστι Ναβαὺ, καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας," καὶ εἶπε πρὸς αὐτόν· "Αὕτη ἡ γῆ ἣν ὤμοσα πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ λέγων· Τῷ σπέρματί σου δώσω αὐτήν· ἔδειξα τοῖς ὀφθαλμοῖς σου· ἐκεῖ δὲ οὐκ εἰσελεύσῃ." Καὶ ἐτελεύτησε Μωϋσῆς ἐκεῖ, διὰ ῥήματος, Κυ ρίου, ζήσας ἔτη ρκʹ. Καὶ θάψας αὐτὸν ὁ λαὸς, καὶ κλαύσας ἡμέρας μʹ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐτοῦ." ̣4 ̣ "Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃς ἔγνω αὐτὸν πρόσωπον πρὸς πρόσ ωπον ἐν πᾶσι τέρασι καὶ σημείοις." Μεθ' ὃν οὐδεὶς ὑπὲρ τὰ ρκʹ ἔτη ἔζησεν. ̣5 ̣ Καὶ τῷ μὲν μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, τῇ νουμηνίᾳ, φησὶν Ἰώσηπος, τοῦ πρώτου μηνὸς Νισὰν, ἐτελεύτησε Μαρία, καὶ ἐτάφη ἐν Ὢρ τῷ ὄρει· καὶ τῇ νουμηνίᾳ τοῦ εʹ μηνὸς Ἂβ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησεν Ἀαρὼν, καὶ ἐτάφη καὶ αὐτὸς ἐν αὐτῷ τῷ ὄρει Ὤρ. Καὶ τῇ νουμηνίᾳ τοῦ ιβʹ μηνὸς Ἄδαρ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησε Μωϋ σῆς ἐν ὄρει τῷ Ἀβαρὶμ, ἐν ᾧ καὶ ἐτάφη, καί τινα λοιπὸν φωτοειδῆ νεφέλην γεγεννῆσθαι 91 κατὰ 110.177 τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. ̣6 ̣ Προσεκτέον οὖν ὅπως τὸν Νισὰν πρῶτον μῆνα λέγει, ὅνπερ ἡμεῖς ὀνομά ζομεν Μάρτιον καὶ οὐχὶ Ἀπρίλιον, ὡς τινὲς οἴονται, ὅτι μὲν πρῶτος μήν ἐστι παρ' Ἑβραίοις ὁ Νισὰν, ὡς καὶ αὐτὴ δηλοῖ τοῦ ὀνόματος ἡ προσηγορία καὶ ἡ ἑρμηνεία, Ἑβραϊστὶ λεγομένη Νισὰν, ὅς ἐστι πρῶ τος μὴν ὁ παρ' ἡμῖν λεγόμενος Μάρτιος. Καὶ μάρ τυς μὲν οὗτος ὁ σοφώτατος καὶ νομοδιδάσκαλος Ἰώσηπος, τὸν Νισὰν πρῶτον εἰπὼν μῆνα καὶ τὸν Ἀβὶ πέμπτον καὶ τὸν Ἄδαρ δωδέκατον· μάρτυς δὲ μᾶλλον θεῖος καὶ ἀξιόχρεως ὁ προφήτης Ζαχαρίας περὶ τοῦ θ' καὶ ιʹ μηνὸς λέγων· "Τῇ δʹ καὶ ιʹ τοῦ θʹ μηνὸς, ὅς ἐστι Σαβάτ." Καὶ γὰρ οὗτος καὶ παρ' ἡμῖν, εἰ πρῶτος ὁ Μάρτιος ἀπηριθμήθη, ὄγδοος ὁ Ὀκτώβριος εὑρίσκεται, καὶ δέκατος ὁ ∆ε κέμβριος. Καὶ μέντοι τὸ ἔαρ ἀπὸ τοῦ αὐτοῦ πρω τοκτίστου μηνὸς ἄρχεται Μαρτίου καὶ ἡ γῆ βλαστά νει, κατὰ τὴν θείαν πρόστασιν, βοτάνην χόρτον· καὶ οἱ τοῦ ἐνιαυτοῦ καιροὶ τέσσαρες, ἀνὰ τρεῖς μῆνας ἔχοντες ἀριθμοῦνται. Καὶ λέγεται ὁ ψῆφος αὐτῶν· ἔαρ, θέρος, φθινόπωρον καὶ χειμών. ̣7 ̣ Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ πολυμαθὴς καὶ πο λυΐστωρ Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι φησί· "Οἱ οὖν Ἰουδαῖοι τὴν τοῦ ἔτους νεομηνίαν τοῦ παρ' αὐτοῖς λεγομένου Νισὰν, ἤτοι τῇ κεʹ τοῦ Μαρ τίου μηνὸς ἔχουσι πάντοτε, ἥτις ἐστὶ πρωτόκτιστος ἡμέρα, ἐν ᾗ τόδε τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεός. Κατὰ τὴν εὐδοκίαν τοῦ