1.127 καὶ Μιγκρελίων καὶ Σαρματῶν, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγό1.127 μενοι ἐπὶ τὸν Βόσπορον, ἐπὶ Καφᾶν πόλιν καὶ ἐς τὴν Μαιώτιδα καλουμένην λίμνην ἀπάγοντες, ὀλίγου τε αὐτὰ ἀποδιδόμενοι τοῖς τε Ἑνετῶν καὶ Ἰανυΐων ἐμπόροις, οὕτω δὴ βιοτεύουσι. Σκύθαι δὲ οἱ ἐν τῇ ἀγορᾷ ἐπὶ ἁμαξῶν τε καὶ ὑποζυγίων τὸν βίον ποιούμενοι, γάλακτι τὰ πολλὰ ἵππων τε καὶ κρέᾳ διαχρώμενοι, οὔτε σίτῳ, οὔτε κριθῇ καταφανεῖς εἰσὶ διαχρώμενοι, μελίνῃ δὲ τὸ πλέον καὶ σηκάλῃ, λινᾶς τε ἐσθῆτας φοροῦντες ἐς τὸν τῶν λίθων ὄλβον εὐδαιμονέστατοι καὶ πλουσιώτατοι νομίζονται. τόξοις δὲ χρῶνται, τὸ σύμπαν εἰπεῖν, καὶ ξίφεσι βαρβαρικοῖς, καὶ θυρεοῖς τοῖς τῶν ∆ακῶν παραπλησίοις, πίλοις δὲ τὰ πολλὰ χρώμενοι, οὔτε ᾗ περὶ Σαρματίαν οἰκοῦντες, οὔτε ἱματίοις ἀπὸ ἐρίων, ὅτι μὴ λινοῖς νομίζουσι. διήκει δὲ ἡ ἀγορὰ τούτων τῶν Σκυθῶν καὶ τοῦ μεγάλου βασιλέως ἐπὶ ὁδὸν πεντεκαίδεκα ἡμερῶν, ὥστε ἐπινέμεσθαι τὴν χώραν ἐς τὸ ἐπιτηδειότατον σφίσι καταστάντες, καὶ κατ' ὀλίγους διεσκεδασμένοι, ἀφ' ἑκατέρου πλαγίου καθιστάμενοι ἐφ' ἑνός· τήν τε ἀγορὰν ποιοῦνται ἐπὶ μήκιστον, καὶ διανέμονται τὴν χώραν, τοῖς ὑποζυγίοις ἄφθονον παρεχόμενοι, καὶ αὐτοί τε ἐς τάξιν τὴν ἀρίστην ὑπὸ σφῶν νομιζομένην καθιστάμενοι. κατ' αὐτὸν δὲ μόνον τὸν βασιλέα καὶ τοὺς ταύτῃ ἀρίστους ἐπὶ κύκλους καταστάντες, καὶ περιόδους ποιούμενοι, βασίλειά τε παρέχουσι τῷ βασιλεῖ ἀπὸ ξύλων κατεσκευασμένα. ἐπιδιελόμενοι 1.128 δὲ εἰς μοίρας ταύτην σύμπασαν τὴν ἀγοράν, ἄρχοντάς τε ἐφιστᾶσι τούτων, καὶ ἐπειδὰν παραγγέλῃ βασιλεύς, χωροῦσιν, ἐφ' ὅ τι ἂν γένηται χρεία. Τότε μὲν οὖν, ὡς ἐστρατεύετο Τεμήρης ἐλαύνων τὸν τῆς Ἀσίας στρατόν, καὶ ἐπύθοντο ἐπὶ σφᾶς στρατευόμενον, βασιλεὺς μέντοι τήν τε ἀγορὰν σύμπασαν ἐς στρατὸν ποιησάμενος ἐστρατοπεδεύετο, ἐπὶ πολλοὺς τὸ βάθος ποιησάμενος. καὶ αὐτὸς μὲν ταύτῃ ταξάμενος ἴετο ὁμόσε ἐπὶ τοὺς πολεμίους, μοῖραν δὲ προέπεμψε τὴν πάροδον καταληψομένους, ᾗ ἔμελλε διαπορεύεσθαι Τεμήρης ὁ βασιλεύς, καὶ διακωλῦσαι ἐκέλευεν, ὅποι δύναιντο, ὡς κράτιστα μαχομένους τῷ Τεμήρῃ. οὗτος μὲν δὴ παραλαβὼν τὴν μεθ' ἑαυτοῦ μοῖραν, Τεμήρης δὲ ὡς ἐπῄει τὸν στρατόν, εὐθὺ Τανάϊδος ἐπορεύετο, ἐν δεξιᾷ ἔχων τὸν Καύκασον. ἐπεὶ δὲ εἰσέβαλεν ἐς τὴν Σκυθικήν, εὗρε τοὺς Σκύθας ἐστρατοπεδευμένους. καὶ ὡς ᾔσθοντο ἐπιόντα, παρετάσσοντο ὡς ἐς μάχην. καὶ αὐτός τε ἀντιπαρετάσσετο, καὶ μάχην μέν τινα ἐποιήσαντο ἐν τῇ παρόδῳ, καὶ οὐδὲν πλέον ἔσχε Τεμήρης ἐν τῇ μάχῃ ταύτῃ. μετὰ δέ, ὡς ἐπηυλίσατο, τῇ ὑστεραίᾳ αὖθις παρετάσσετο, καὶ ἐμαχέσαντο καὶ ἐξεκρούσαντο αὐτόν, ὥστε μηδ' ὁπωσοῦν ἐξεῖναι αὐτὸν παριέναι εἴσω καὶ ἐσβάλλειν ἐς τὴν χώραν. καὶ αὐτοῦ τε διέφθειρε τοῦ στρατεύματος αὐτοῦ οὐκ ὀλίγους ὑπὸ τῶν Σκυθῶν. μετὰ δέ, ὡς οὐχ οἷός τε ἐγένετο εἴσω παρελθεῖν διακωλυόμενος, ἀπήγαγε τὸν στρατὸν καὶ ἀνεχώρει ἐπ' οἴκου. Τοῦ δ' ἐπιγενομένου θέρους στρατιὰν ὡς μεγίστην συλλέξας, καὶ ἐπὶ Αἴγυπτον ἐν νῷ ἔχων στρατεύεσθαι, μετὰ δὲ 1.129 συστρέψας, ἤλαυνεν αὖθις ἐπὶ Σκύθας, σταθμοὺς ἐλαύνων ὡς μεγίστους. καὶ ἔφθη τε δὴ ἐσβαλὼν ἐς τὴν Σκυθικήν, καὶ συνέμιξε μοίρᾳ τινὶ αὐτοῦ ἐπὶ τὴν ἔφοδον ἐπειγομένοις, καὶ συμβαλὼν αὐτῇ ἐτρέψατο. οὐ μέντοι γε ἀπεγένετο, ὅ τι καὶ ἄξιον λόγου, ἐν ταύτῃ τῇ συμβολῇ. οἱ γὰρ Σκύθαι μέγιστον δὴ τοῦτο ἔχουσιν ἀγαθόν· ἐν τῇ τροπῇ συστρεφόμενοι αὖθις ἐλαύνουσιν ἐπὶ τοὺς πολεμίους, οὐδέν τι κατὰ τὴν τροπὴν χαλεπὸν ὑφιστάμενοι, μετὰ δέ, ὡς ἐπὶ τὸν βασιλέα Σκυθῶν ἤλασε, παρετάξατό τε εἰς μάχην, καὶ οἱ Σκύθαι νυκτὸς ἀπεχώρουν ὡσεὶ σταδίους εἴκοσι καὶ ἑκατόν. ὡς δὲ ἐπῄει Τεμήρης, διημερεύων ἐπήλαυνε, νυκτὸς αὖθις ἀπεχώρουν οἱ Σκύθαι, ὥστε δὴ ταῦτα ποιούμενος ἔκαμνε τῷ Τεμήρῃ ὁ στρατός, καὶ προεκαλεῖτο ἐς μάχην τῶν Σκυθῶν βασιλέα. μετὰ δὲ ταῦτα στρατοπεδευσάμενος ἐς τὴν ὑστεραίαν παρετάξατο κατὰ ἴλας. Τεμήρης δὲ παρετάσσετο ἐπὶ πολὺ τὸ βάθος, ἔχων ἐπὶ τὸ δεξιὸν Χαϊδάρην σὺν τοῖς Μασσαγέταις, ἐπὶ δὲ τὸ εὐώνυμον τὸν παῖδα αὐτοῦ Σαχροῦχον σὺν τοῖς Πέρσαις τε καὶ Ἀσσυρίοις, καὶ Χαταΐων, ὅσοι εἵποντο. ἐπεὶ δὲ συνέμισγον ἀλλήλοις τὰ