ἀθ[ρόον] ἡμῖν τὸν κύρ[ιον] καὶ στρατηγικώτατον καὶ τοῖς πᾶσιν ἀρέσκοντα, ὢ φροντίδος ἀρίστης, ὢ συνετοῦ σκέμματος, ὢ γενναιοτάτου βουλεύματος, ὢ ἐνθέου ψηφίσματος. μόνη γὰρ καὶ διεῖλες τὸ πρᾶγμα τ[ῷ λ]ογισμῷ καὶ σκέψιν εἰσήνεγκας καὶ ἐβουλεύσω τὰ κάλλιστα καὶ ἐψηφίσω τὰ ἡμῖν συμφορώτατα. ἀρκεῖ σοι τοῦτο καὶ μόνον ἀντ' ἄλλου τινὸς ἐγκωμίου, ἀντὶ παντὸς ἐπαίνου, ἀντὶ [..........], ὁπότε καὶ πάσας τὰς ἀρετὰς ἔχεις ἐν μιᾷ τῇ σῇ συλλαβοῦσα ψυχῇ. καὶ πρῶτόν γε τὰς γενικὰς αὐτίκα φρονήσεώς σοι, τίς τῶν πάντων ἀμφισβητήσειε; τῷ νόμοις ἐμμένειν σωφρονικοῖς κατὰ πασῶν ἔχεις τὰ νικητήρια, ἀνδρείᾳ ψυχῆς οὐδὲ τοῖς γενναιοτάτοις τῶν ἀνδρῶν τοῦ πρωτείου παραχωρεῖς. τὴν μέντοι γε τῆς δικαιοσύνης στάθμην ἐν ἰσότητι γνώμης ἀρρεπῆ πάσιν ἐτήρησας. ταύταις δὲ ταῖς γενικαῖς καὶ πρώταις τῶν ἀρετῶν αἱ λοιπαί σου πᾶσαι συνέπονται. ὄχημα γοῦν ταύτας πεποίησαι πρὸς θεόν, καὶ διὰ ταῦτα παντὸς ἐγκωμίου καὶ συγκρίσεως ὑπερτέρα καθέστηκας. Καὶ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά μοι ἡ γλῶσσα πεπέδηται καὶ ἡ καρδία τῇ ἀθυμίᾳ βεβάπτισται· αἱ γάρ μοι τοῦ βίου ἐπέλιπον ἀφορμαὶ ὥσπερ ζωῆς ἀναπνοαί, καὶ κινδυνεύω τεθνάναι καὶ τὸν ψυχικὸν καὶ τὸν σωματικὸν θάνατον, τὸν γὰρ ἀναγκαῖον τοῦ βίου προσεσύλημαι θησαυρὸν καὶ τὴν ῥανίδα τῆς τύχης ἀφῄρημαι, καί μοι ξηρὰ ἡ γλῶσσα παντάπασι καὶ ἄνικμος ἡ καρδία καὶ τὴν μυθικὴν ὑφίσταμαι τιμωρίαν· ἐν μέσῃ τῇ γῇ, ὁ ταλαίπωρος, δίψει κολάζομαι. ἡ μὲν οὖ[ν π]ηγὴ σύ, ἡ τῶν ἀβύσσων πηγή, ἐγὼ δὲ ὁ διψῶν καὶ μεθύων τῷ δυστυχήματι. ἐπεὶ δέ σοι ποταμοὶ πολλοὶ ἀπορρέουσιν, ἐμπέφρακται δέ μοι ἡ τοῦ ἑνὸς ἀποχέτευσις, ἄνοιξόν μοι ποταμὸν ἕτερο[ν], εἰ δὲ βούλει, [κρ]ουνόν, εἰ δὲ μὴ [βούλει], πεπιεσμένην ῥανίδα. ἀποχρῶν γάρ μοι καὶ τὸ βαρύτατον, ναὶ πρὸς τῆς σῆς συμπαθεστάτης ψυχῆς, πρὸς τῆς σῆς βασιλ[ικῆς] ζωῆς, πρὸς τῆς τοῦ θεοῦ ἕνεκεν τούτου πολλαπλασίου ἀνταμοιβῆς. 13 Λόγος προσφωνηματικὸς πρὸς τὸν κῦρ Μιχαὴλ τὸν ∆ούκαν Λέλυταί μοι τῆς ἀφωνίας ἡ γλῶττα, ἀπήλλακταί μοι τῆς ἀθυμίας ἡ γνώμη. τῶν τῆς δειλίας δεσμῶν καθαρῶς ἠλευθέρωμαι. παρ' ἡλικίαν τὸ σκίρτημα, παρ' ἐλπίδα τὸ χορεύειν μοι περιγέγονε. χθὲς ἐσκυθρώπαζον τῷ τῆς συκοφαντίας νέφει κατηφιῶν, σήμερον ἀγαλλιῶμαι καὶ γέγηθα τῷ τῆς σῆς φιλανθρωπίας φωτὶ λαμπρυνόμενος. ἀπῆλθε τὰ σκυθρωπά, ἐπανῆλθε τὰ χαροπά· ἀπῆλθε τὰ τὴν ἐμὴν ψυχὴν εἰς βάθος ἀλγύνοντα, ἀντεπανῆλθε τὰ σκιρτᾶν καὶ γεγηθέναι παρασκευάζοντα. ἐλύθη τὸ νέφος, τὸ λαμπρὸν ἐπανεφάνης μοι φῶς, ὁ λαμπρὸς ἐπανεφάνης μοι ἥλιος, ὁ τῆς οἰκουμένης μέγας φωστήρ, μετὰ τῶν φαιδρῶν ἀκτίνων, μετὰ τῶν συνήθων αὐγῶν, μετὰ τῆς ἀκηράτου μαρμαρυγῆς. Ὢ ποσάκις ἐστέναξα καὶ τὸ ἔδαφος δακρύων ἐπλήρωσα καὶ τὴν ψυχὴν ἀπωλοφυράμην, ὅτι με ἡ συκοφάντις ἐκείνη γλῶσσα καὶ πονηρὰ τῶν σῶν πρὸς βραχὺ ἀμαρυγμάτων ἐστέρησεν. ἀλλ' ἐπειδὴ τῶν λυπηρῶν ἡ μνήμη παρῆλθε, τῶν δ' ἀγαθῶν ἡ πεῖρα ἐφέστηκε, τὰ συνήθη καὶ πάλιν μέλψομαι ῥήματα καὶ πρὸς τὴν τῶν σῶν ἐγκωμίων ἄπειρον ἄβυσσον τὴν ἐμὴν ἀφήσω καὶ ψυχὴν καὶ φωνήν. Σὺ μόνος, θειότατε βασιλεῦ, ὑπὲρ φύσιν καὶ λόγον δύο ἐναντία συνήνωσας πράγματα, βασίλειον ὕψος καὶ μέγεθος καὶ μέτριον ὡς ἀληθῶς φρόνημα, μᾶλλον δὲ τῇ καινῇ ταύτῃ μίξει ἀμφότερα σεμνότερα ἔδειξας, τὸ μὲν κράτος οἷον φαρμάκῳ τινὶ τῇ μετριοφροσύνῃ κεράσας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσας, τὸ δέ γε ταπεινὸν τῆς ψυχῆς τῷ βασιλικῷ ἐπάρας φρονήματι καὶ τὴν μὲν ἀρετὴν τῷ ὄγκῳ τῆς βασιλείας ὑψηλὴν ἀποδείξας, τὸ δὲ κράτος τῷ μετρίῳ τῆς ἀρετῆς κατασκευάσας σεμνότερον. Ἀλλὰ τί κατὰ μέρος τῶν σῶν ἅπτομαι