«ἔνοχος» γὰρ «εἰς τὴν γέενναν τοῦ πυρὸς» οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ». εἰ δὲ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», «ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός», ὁ μοιχὸς τίνι ἔνοχος ἔσται; μεῖζόν τι ζητῶ κολαστήριον τῆς γεέννης τοῦ πυρός. καὶ τάχα εἴποιμι ἂν ὅτι ἡ γέεννα τῶν ἀκουσίων, τῶν δυναμένων καθαρθῆναί ἐστιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀγαθῶν, τῶν δικαίων, «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», οὕτως <ἃ> ἡτοίμασε τοῖς ἁμαρτωλοῖς τῷ πορνεύειν, τῷ μοιχεύειν, «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». εἰ γὰρ ἀνέβη ἐπὶ τὴν καρδίαν <ᾧ> ἔνοχος γίνεται ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ· «μωρέ», δῆλον ὅτι μεῖζόν ἐστι τοῦ ἀναβαίνοντος ἐπὶ καρδίαν τὸ ἡτοιμασμένον τοῖς τὰ χείρονα ἡμαρτηκόσιν. οὐ δύναμαι δὲ νοῆσαι μεῖζόν τι γεέννης, ἀλλὰ μόνον πιστεύω ὅτι μεῖζόν τι ἔστι γεέννης, τὸ ἡτοιμασμένον τοῖς μοιχεύουσιν. Οὕτως ἔρχομαι καὶ ἐπὶ τὰς λοιπὰς τὰς κατὰ τὸν νόμον κολάσεις, καὶ λαμβάνω λέξιν ἀποστολικὴν συνᾴδουσαν τούτοις καὶ σιωπήσασάν μου τὴν κόλασιν ἐὰν ἁμάρτω, ἐπειδὴ οὐ θέλω τὸ «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην» παραδεξάμενος ἀπατηθῆναι καλῶς. τί δὲ λέγει ὁ ἀπόστολος; «ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας»; ὀνόμασον, ὦ Παῦλε, τὴν τιμωρίαν· εἶπον αὐτήν. ἀλλ' οὐ λέγω αὐτήν, φησί· μεῖζόν ἐστι τῶν λεγομένων τὸ τῆς κολάσεως τῶν ἐν εὐαγγελίῳ ἁμαρτανόντων, μεῖζον τῶν ἀκουομένων, μεῖζον τῶν νοουμένων. διὰ τοῦτο εἰσήχθη ὡς παιδίον ὁ προφήτης, ἀκούσας καὶ φοβηθεὶς καὶ παιδευθεὶς καὶ μετὰ τοῦτο τελειωθεὶς λέγων· «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην». καὶ σὺ ὅσον εἶ παιδίον, φοβήθητι τὰς ἀπειλάς, ἵνα μὴ πάθῃς τὰ ὑπὲρ τὰς ἀπειλάς, τὰς κολάσεις τὰς αἰωνίους, τὸ ἄσβεστον πῦρ, ἢ τάχα τι τούτου μεῖζον τὸ ἀποκείμενον τοῖς παρὰ τὸν ὀρθὸν λόγον ἐπὶ πλεῖον βεβιωκόσιν. ὧν πάντων μηδαμῶς πειραθείημεν, ἀλλὰ ἐν Χριστῷ Ἰησοῦ τελειούμενοι δικαιωθείημεν ἀξίως τῶν ἑορτῶν τῶν ἐπουρανίων καὶ <τοῦ> πάσχα τοῦ ἐκεῖ ἐπὶ τὴν ἀναγωγὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 20.t <Εἰς τὸ «ἠπάτησάς με κύριε, καὶ ἠπατήθην» πάλιν ἄλλως μέχρι τοῦ «συνίων νεφροὺς καὶ καρδίας». Ὁμιλία κʹ.> 20.1 Πάντα τὰ ἀναγεγραμμένα περὶ τοῦ θεοῦ κἂν ἀπεμφαίνοντα αὐτόθεν ᾖ, χρὴ ἄξια νοῆσαι εἶναι θεοῦ ἀγαθοῦ. τίς γὰρ οὐκ ἐρεῖ ἀπεμφαίνοντα εἶναι ἀναφερόμενα ἐπὶ θεὸν τὸ ἔχειν αὐτὸν ὀργήν, τὸ χρῆσθαι αὐτὸν θυμῷ, τὸ μεταμελεῖσθαι αὐτόν, ἤδη δὲ καὶ τὸ ὑπνοῦν αὐτόν; ἀλλ' ἕκαστον τούτων παρὰ τῷ εἰδότι «ἀκούειν σκοτεινῶν λόγων» εὑρεθήσεται ἄξιον θεοῦ. ἡ γὰρ ὀργὴ μὲν αὐτοῦ οὐκ ἄκαρπός ἐστιν, ἀλλ' ὡς ὁ λόγος αὐτοῦ παιδεύει, οὕτως καὶ ἡ ὀργὴ αὐτοῦ παι δεύει· τοὺς γὰρ μὴ παιδευθέντας λόγῳ παιδεύει ὀργῇ. καὶ ἀναγκαῖόν ἐστι τὸν θεὸν χρῆσθαι τῇ καλουμένῃ ὀργῇ, ὡς χρῆται τῷ ὀνομαζομένῳ λόγῳ· οὐδὲ γὰρ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν, ὁποῖος ὁ πάντων λόγος. οὐδενὸς γὰρ ὁ λόγος «ζῶον», οὐδενὸς ὁ λόγος «θεός», οὐδενὸς [γὰρ] ὁ λόγος «ἐν ἀρχῇ» πρὸς ἐκεῖνον ἦν, οὗ ὁ λόγος ἦν, κἂν εἰ μόνος, † ἀπό τινος ᾖ ἀρχῆς. οὕτω δὲ καὶ ἡ ὀργὴ τοῦ θεοῦ ὀργὴ <λέγεται οὐχὶ ὡς ἡ> οὑτινοσοῦν [τινος] ὀργή. καὶ ὥσπερ ξένον τι ἔχει ὁ λόγος τοῦ θεοῦ παρὰ πάντα τὸν οὑτινοσοῦν λόγον, καὶ ἔχει ξένον τὸ εἶναι θεὸς καὶ τὸ εἶναι λόγος [ὢν] ζῶον, τὸ ὑφεστηκέναι καθ' ἑαυτό, τὸ ὑπηρετεῖν τῷ πατρί, οὕτως ἐπεὶ ἅπαξ ὠνομάσθη θεοῦ ἡ καλουμένη αὐτοῦ ὀργή, ξένον τι ἔχει καὶ ἀλλότριον πάσης τῆς τοῦ ὀργιζομένου ὀργῆς. οὕτως καὶ ὁ θυμὸς αὐτοῦ ἴδιόν τι ἔχει· ἔ<στ>ι γὰρ ὁ θυμὸς τῆς προθέσεως τῆς τοῦ θυμῷ ἐλέγχοντος, βουλομένης τὸν ἐλεγχόμενον διὰ τοῦ ἐλέγχου ἐπιστρέφειν. ἐλέγχει καὶ λόγος, ὡς παιδεύει λόγος· ἀλλ' οὐχ οὕτως ἐλέγχει λόγος, ὡς ἐλέγχει θυμός. οἱ γὰρ τῷ ἀπὸ τοῦ λόγου ἐλέγχῳ μὴ ὠφεληθέντες δεήσονται ἐλέγχου τοῦ ἀπὸ τοῦ θυμοῦ. Ἐλέγομέν τινα εἶναι καὶ μεταμέλειαν θεοῦ αὐτόθεν ἀπεμφαίνουσαν, ἐπεὶ γέγραπται· «μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα». ἀξίως δὲ ζητήσεις καὶ τὴν μεταμέλειαν, καὶ μὴ