43
τῷ προφήτῃ δεικνύμενος λέγοιτ' ἂν ὁ αὐτὸς τῷ ἐπὶ τοῦ Σωτῆρος ὑπάρχειν, οὐ διαμονῇ τῶν καθ' ἕκαστον, τῇ κοινῇ δὲ τοῦ ἔθνους ὀνομασίᾳ. Τούτων οὖν ὁ προφήτης ἀκούσας πυνθάνεται. Ἕως πότε, Κύριε; Τί γὰρ ἔσται τέλος τῆς τοσαύτης αὐτῶν ἀβλεψίας; Ὁ δὲ Θεὸς, δι' ὧν ἐπιφέρει, δηλοῖ τὰ ἐπὶ Οὐεσπασιανοῦ γενόμενα τοῖς Ἰουδαίοις κακὰ, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ὅτε καὶ πλεῖσται πόλεις γεγόνασιν ἀφανεῖς, ὡς ὄνομα τούτων μὴ λείπεσθαι, καθάπερ ἱστόρησεν ὁ Ἰώσηπος. Καὶ ὡς οἶκοι πλεῖστοι τῶν οἰκητόρων κεκένωνται μαχαίρᾳ, καὶ λιμῷ, φυγαῖς τε καὶ αἰχμαλωσίᾳ διεφθαρμένων. Ἀντὶ δὲ τοῦ, Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκε Σύμμαχος εἰπών· Μακρὰν ποιήσει Κύριος τοὺς ἀνθρώπους. Τοῦτο δὲ τὴν αἰχμαλωσίαν παρίστησι, καὶ τὸν τῆς φυγῆς σκεδασμόν. Τινὲς δὲ τοῦτό φασι δηλοῦν τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἡ ἀπὸ μέρους ἐγένετο πήρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἐμακρύνθησαν δὲ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ καὶ αὐτὸν τὸν ἀρχηγὸν τῆς ζωῆς· ἀλλὰ καὶ οἱ καταλειφθέντες, φησὶ, πληθυνθήσονται, καίπερ οὕτως ὄντες ὀλίγοι, ὡς δοκεῖν αὐτοὺς μέρος εἶναι τῶν ἐφθαρμένων τὸ δέκατον. Τί δὲ καὶ τούτων ἔσται τέλος, ἐπήνεγκε. Καὶ πάλιν ἔσται εἰς προνομὴν, καὶ τὰ ἑξῆς· ἀνθ' ὧν ἐξέδωκε Σύμμαχος, Καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς, καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, ἐρημίαν παντελῆ τοῦ λόγου προαγορεύοντος ὑπ' Ἀδριανοῦ γεγονυῖαν τοῦ αὐτοκράτορος, ὅτε διατάγμασι καὶ νόμοις βασιλικοῖς οὐδὲ πόῤῥωθεν αὐτοῖς ἐξῆν τῆς ἑαυτῶν μητροπόλεως τὴν ἐρημίαν ἰδεῖν· ὅτε καὶ ξένοι τινὲς ἀλλογενεῖς κατέσχον ἐξελληνισθέντα τὸν τόπον, καὶ τὴν προσηγορίαν ἡ πόλις μετέλαβεν, ἐπώνυμος γενομένη τοῦ ταύτην ὑστάτου πολιορκήσαντος. 1949 Οἰκεῖα δὲ λίαν τὰ παραδείγματα, ὡς τερέβινθος, ἢ ὡς δρῦς, ἢ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Οὐκέτι γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οὐδ' ὡς παράδεισος Θεοῦ, οὐδ' ὡς ἐλαία ὡραία, οὐδ' ὡς φοῖνιξ κατὰ τὸν δίκαιον, ἢ ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι τούτους φησὶν, ὡς βάλανον. Οὐδὲ αὐτὴν συνεστῶσαν, ἀλλὰ πεσοῦσαν τῆς θήκης. Καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὡς δρῦν δὲ καὶ βάλανον. καὶ δρυμὸν, καὶ τῶν ἄλλων δένδρων, ὅσαπερ ἄκαρπα καὶ ἀνήμερα τὰ ἔθνη καλεῖν τὰ ἀλλόφυλα σύνηθες τῇ Γραφῇ. Οἴει ὅμοιον ἔσεσθαι τὸ Ἰουδαίων ἔθνος φησὶ, μηδενὶ διαφέροντα τρόπῳ καὶ βίῳ, πλὴν ἐπὶ τὸ χεῖρον, ὡς τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας, καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρποὺς, τοὺς δὲ τῆς ἑαυτῶν ἐκπεπτωκέναι, καὶ μηδὲ ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δοκεῖ ἀγρίῳ φυτῷ, καὶ βαλάνου καρπῷ ζώων ἀλόγων θρεπτικῷ. Ἐπὶ τούτοις, μετὰ προσθήκης ἀστερίσκων, ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ τό· "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," προὐλέγετο. Θεοδοτίων μὲν γὰρ ἔφη, Τὸ σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Ὁ δὲ Ἀκύλας στήλωσις ἔφησεν. Ὁ δὲ Σύμμαχος, ἡ στάσις αὐτῆς. Στάσις γὰρ τοῦ ἐκπεσόντος λαοῦ, τὸ ἐξ αὐτῶν ἅγιον σπέρμα τὸ μὴ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν. Οἱ τὴν σωτήριον χάριν δεξάμενοι, καὶ συνέντες τὴν ἀκοὴν, καὶ ἰδόντες ἐθεάσαντο. Οὓς μακαρίζων ὁ Σωτὴρ ἔλεγεν· "Μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι." Τινὲς δὲ τὸ, Καὶ οἱ καταλειφθέντες πληθυνθήσονται, ἐπὶ τῶν εἰς Χριστὸν πεπιστευκότων ἐδέξαντο. Εἰ δέ φησι, Καὶ ἔσονται εἰς προνομὴν, καὶ τὰ ἑξῆς, δηλοῖ, φασὶ, τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν, ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ εἰς προνομὴν οὗτοι γενήσονται συνηγμένοι, ὡς συνάγεται ὁ τῆς τερεβίνθου καρπὸς, καὶ ὡς ἡ βάλανος ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἀπολύεται ἀπὸ τοῦ πρὸς τῇ θήκῃ δεσμοῦ ἡ πεφθεῖσα ἤδη καὶ τελειωθεῖσα τῷ χρόνῳ. Τάχα δὲ, φασὶ, καὶ διὰ τὸ ἐκπεπτωκέναι γενομένους ἐν τῇ διασπορᾷ, βαλάνῳ τῆς θήκης ἐκπεσούσῃ παρεβλήθησαν. Συνάγονται δὲ οὗτοι, ὡς τερέβινθός τε καὶ βάλανος, ἐν τῷ γενέσθαι σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι