κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι. εἰς μάχας δὲ ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμου ἤδη τέλος λαβόντος, καὶ ὑποστρέψαντος ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, κατ' αὐτῶν ἐκίνησεν ἡ πόλις, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε τὴν τῶν ὀφθαλμῶν στέρησιν καταδικασθῆναι, ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπερᾶσαι τοὺς Πατζινάκους μηδὲ τοὺς φεύγοντας Ῥωμαίους ἐν τοῖς πλοίοις ὑπο 725 δέξασθαι. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου πολλὰ δυναμένων παρὰ τῇ Αὐγούστῃ τὰ τῆς καταδίκης ἀνετράπη. 11. Τῶν δὲ Βουλγάρων μέχρι τῆς πόλεως ἐκστρατευσάντων ἐξῆλθε Λέων ὁ δοὺξ τῶν σχολῶν καὶ Νικόλαος ὁ υἱὸς αὐτοῦ καὶ Ἰωάννης ἑταιρειάρχης εἰς Κατασύρτας ἅμα πλείστῳ λαῷ· καὶ τῇ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων πάντες ἄρδην ἀπώλοντο. 12. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε τῷ βασιλεῖ Κωνσταντίνῳ προσλαβέσθαι Ῥωμανὸν τὸν δρουγγάριον ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ καὶ διαφυλάττῃ αὐτόν, καὶ σύμμαχον ἔχῃ καὶ βοηθὸν ἐν οἷς ἂν δέῃ. πολλάκις γὰρ περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. αὐτοχείρως οὖν ὁ βασιλεὺς Κωνσταντῖνος γραμματεῖον ποιήσας τῷ Ῥωμανῷ ἔπεμψε κατὰ τοῦ παρακοιμωμένου. τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρακοιμωμένου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνάτως ἔχειν τοῦ ἀποπλεῖν, μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ὁ παρακοιμώμενος Κωνσταντῖνος καταναγκάζων αὐτὸν ἐν τῇ ἐξαρτύσει ἔξεισιν. ὁ δὲ τοῦτον δουλικῷ τῷ σχήματι προυπήντησεν, καὶ πλησίον αὐτοῦ γενόμενος ἀνήρπασεν αὐτόν, καὶ 726 "ἄρατε αὐτόν" ἐφώνησεν· καὶ οἱ σὺν αὐτῷ τοῦτον εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ εἶχον. Κωνσταντῖνος δὲ ὁ βασιλεὺς τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς εἰς ἑαυτὸν ἐπισπώμενος, τῇ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην τὴν Αὐγούσταν Ζωὴν ἀπὸ τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οἶκτον ἐκίνησεν· καὶ "ἐάσατε" εἶπεν "εἶναι μετ' ἐμοῦ τὴν μητέρα." οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην ἀφῆκαν. προβάλλεται δὲ ὁ βασιλεὺς μετὰ τῆς συμβουλῆς τοῦ πατριάρχου Ἰωάννην τὸν Γαριδᾶν δομέστικον τῶν σχολῶν· ἐδεδίει γὰρ μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὐ κατένευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον τὸν γυναικάδελφον αὐτοῦ τὸν Ζουφινέξερον καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ προεβάλοντο ἑταιρειάρχας. εὐθὺς οὖν ἐξῆλθεν πρὸς Ῥωμανόν, καὶ ὅρκους δοὺς καὶ λαβὼν σύμφρων αὐτοῦ καὶ σύμπνους ἐγένετο. (13) τῇ οὖν κδʹ τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς εἰς τὸ παλάτιον ἀπολογησόμενος, ὅτι τὴν τοῦ Φωκᾶ ἐπίθεσιν φοβούμενος, μή τι νεωτερισθείη εἰς τὸν βασιλέα, τοῦτο πεποίηκα πρὸς τὸ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μηνύεται οὖν μετὰ τοῦ στόλου παντὸς ἐλθεῖν μέχρι τοῦ Βουκολέοντος, καὶ τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ (πέμπτη δὲ ἦν) ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βουκολέοντι· καὶ παρευθὺ Στέφανος μὲν πατρίκιος ἐξῆλθεν τοῦ παλατίου, Νικήτας δὲ ὁ συμπένθερος Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖ 727 θεν τὸν πατριάρχην Νικόλαον. καὶ ὅρκῳ βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν πρὸς αὐτὸν τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν. καὶ προσκυνήσας, καὶ ὅρκῳ βεβαιώσας αὐτούς, ἀνῆλθεν μετ' αὐτῶν καὶ ὀλίγων τινῶν ἐν τῷ παλατίῳ. προσκυνήσας οὖν τὸν βασιλέα καὶ εἰσελθὼν μετ' αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δούς, παρευθὺ προχειρίζεται μάγιστρος καὶ μέγας ἑταιρειάρχης. αὐτίκα οὖν γέγονε κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν, παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς