De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
μέρος τῶν Βενέτων, φοροῦντος τοῦ δημάρχου χλανίδα βένετον, καὶ ἀκτολογοῦσιν, ὡς εἴθισται αὐτοῖς, εὐφημοῦντες τὸν βασιλέα, ὁμοίως καὶ οἱ τοῦ περατικοῦ δήμου δημοκράται καὶ ὁ δήμαρχος τῶν Πρασίνων τοῦτο ἐκτελοῦσι κατὰ τὴν τάξιν αὐτῶν. Καὶ αὖθις διέρχεται διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, κἀκεῖσε ἵσταται ἡ σύγκλητος ἐν τῷ Κονσιστωρίῳ, λέγουσα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ μένουσιν ἐκεῖσε· εἰς δὲ τὸν Ὀνόποδα μένει ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵστανται εἰς τὸ στενόν, ὁμοίως ὑπερευχόμενοι, ὥσπερ ἡ σύγκλητος, καὶ μένουσιν ἐκεῖσε. Τῶν δὲ τοῦ κουβουκλείου εἰσελθόντων εἰς τὸν Αὐγουστέα καὶ στάντων δίκην τοῦ Π στοιχείου, καὶ τοῦ βασιλέως εἰσελθόντος, εὐθέως αἱ μεγάλαι πύλαι τοῦ Αὐγουστέως ἀσφαλίζονται, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος, λέγει ῥωμαϊκῇ διαλέκτῳ· "∆ίθ"· ἀποκριθεὶς δὲ τῶν τοῦ κουβουκλείου εἷς λέγει· "Καλῶς", καὶ οἱ τοῦ κουβουκλείου ἀποκριθέντες λέγουσι ῥωμαϊστί· "Ἤλθετε, μούλτους ἄννους, φιλληκήσιμε". Εἶθ' οὕτως 1.126 εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸ Ὀκτάγωνον, καὶ λαβόντος τοῦ πραιποσίτου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχονται οἱ βεστήτορες καὶ ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ. Εἶθ' οὕτως εἰσέρχεται εἰς τὸν κοιτῶνα αὐτοῦ. Εἶτα ἐξελθὼν ἀκουμβίζει, καὶ ἀναστὰς περιβάλλεται τὸ σαγίον αὐτοῦ, καὶ δηριγευόμενος ὑπό τε τοῦ μαγλαβίου καὶ τῶν τοῦ κουβουκλείου εἰσέρχεται εἰς τὸ παλάτιον· οἱ δὲ τοῦ κουβουκλείου, στάντες ἐν τῷ Χρυσοτρικλίνῳ, λέγουσι τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ἀναχωρεῖ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
1.127 ΛΓʹ (Κ∆ʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ αʹ Ἰαννουαρίου μηνός, τοῦ Ἁγίου Βασιλείου.
Τῆς συνήθους καὶ καθημερινῆς προελεύσεως γινομένης ἐν τῷ ἱερῷ παλατίῳ, καὶ πάντων μετὰ ἀλλαξίμων προερχομένων διὰ τὰς τῆς δωδεκαημέρου ἑορτασίμους ἡμέρας, περὶ ὥραν δευτέραν ζητοῦσιν οἱ δεσπόται τὸν πραιπόσιτον, καὶ εἰσερχόμενος μετὰ καὶ τῶν ἐπὶ τῶν ἀλλαξίμων, ἐνδύουσι τοὺς δεσπότας τὰς ἑαυτῶν χλαμύδας, καὶ εἰσέρχονται οἰκειακῶς οἱ δεσπόται διὰ τοῦ μάκρωνος τοῦ κοιτῶνος εἰς τὸν νάρθηκα τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου. Οἱ δὲ μάγιστροι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλητικοὶ μετὰ καὶ τοῦ κουβουκλείου, εἰ μέν ἐστιν εὐδία, ἵστανται ἐν τῷ τοῦ Χρυσοτρικλίνου ἡλιακῷ, εἰ δὲ οὐκ ἔστιν εὐδία, ἵστανται ἔνδον τοῦ Χρυσοτρικλίνου. Καὶ εἶθ' οὕτως ἐπαίρουσιν οἱ δεσπόται τὴν λιτὴν ἀπὸ τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, καὶ ἀπέρχονται λιτανεύοντες εἰς τὸν ναὸν τοῦ Ἁγίου Βασιλείου, κἀκεῖσε ἀποδιδόντες τὴν λιτήν, ἵστανται μέχρι τῆς ἀπολύσεως τοῦ ἁγίου Εὐαγγελίου, καὶ μετὰ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς εἰσέρχονται πάλιν οἰκειακῶς ἐν τῷ Χρυσοτρικλίνῳ, [Συνέβη δὲ καὶ τοῦτο γενέσθαι τῇ αὐτῇ ἡμέρᾳ, ἰνδικτιῶνι γʹ, τῆς λιτῆς τελεσθείσης, καθὼς προείρηται, μετὰ 1.128 τὴν τῆς λειτουργίας ἀπόλυσιν ἐγένετο μεταστάσιμον καὶ ἀπῆλθον πάντες οἱ ἄρχοντες ἐν τῇ Μανναύρᾳ.
44
Οἱ δὲ φιλόχριστοι βασιλεῖς ἀπήλθοσαν, ἀπὸ διβητησίων περιβεβλημένοι καὶ τὰ χρυσοπερίκλειστα σαγία, καθίσαντες ἐν τῷ κοιτῶνι τῆς Μανναύρας, καὶ δὴ πάσης τῆς καταστάσεως τῆς δοχῆς τελεσθείσης, περιεβάλλοντο τὰς ἑαυτῶν χλαμύδας καὶ τὰ τούτων στέμματα, καὶ ἀνελθόντες ἐκάθισαν ἐν τῷ νεοκατασκευάστῳ σένζῳ τῷ ἱσταμένῳ ἐν τῷ τοιούτῳ τῆς Μανναύρας τρικλίνῳ·] ὁ δὲ τῆς καταστάσεως ἔξωθεν διΐστησι τὰ βῆλα, καθὼς ἡ συνήθεια ἔχει, μαγίστρους, πατρικίους καὶ λοιποὺς συγκλητικούς, καὶ ὅτε πάντα καλῶς εὐτρεπισθῶσιν, ὑπομιμνήσκεται ὁ βασιλεύς, καὶ οἱ δεσπόται περιβάλλονται τὰς χλαμύδας καὶ τὰ στέμματα καὶ ἀνιόντες καθέζονται ἐπὶ τῶν ἑαυτῶν θρόνων. Καὶ εὐθέως διὰ νεύματος τοῦ πραιποσίτου εἰσέρχεται τὸ κουβούκλειον, καὶ μετὰ τὸ εἰσελθεῖν τὸ κουβούκλειον καὶ σταθῆναι δεξιᾷ καὶ ἀριστερᾷ, καθὼς ἡ συνήθεια τῶν δοχῶν ἔχει, νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν ῥάβδον κατέχοντι, καὶ ἐξερχόμενος ὁ ὀστιάριος εἰσάγει βῆλον αʹ· τοὺς μαγίστρους, βῆλον βʹ· τοὺς πατρικίους, βῆλον γʹ· τοὺς συγκλητικούς, καὶ ἁπλῶς ὅσα ἂν βῆλα ἔχει ἡ συνήθεια καὶ ἡ τάξις τῶν δοχῶν. Καὶ μετὰ τὸ σταθῆναι πάντας, νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ εἰσελθὼν εἰσάγει βῆλον αʹ· τὸν μάγιστρον καὶ ἄρχοντα τοῦ Ταρῶ. Καὶ δὴ