ἐπιβουλήν. τοῦ δὲ ἐρομένου· ἀποθανοῦμαι δὲ τίνα τρόπον; εἰπεῖν τὸν Ἀπολλώνιον· ὅν γε Ὀδυσσεὺς λέγεται. φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. φασὶ δὲ αὐτὸν ἔτι ἔμπνουν ὄντα καὶ τυχὸν περιγενόμενον ἐς λάρνακα πλήρη χιόνος ἐμβαλών, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸν ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. ὁ δ' οὖν Τίτος ψυχοραγῶν ἤδη ἔφη· ἓν μόνον ἐπλημμέλησα· τὸ δὲ τί τοῦτο ἦν αὐτὸς μὲν οὐ διεσάφησεν, οἱ δὲ παρόντες ἐς τὸν ∆ομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκεν, καὶ περιέμεινεν αὐ 82 τὸς ὑπ' ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. 44. Ὅτι ἅπασιν ὁ ∆ομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ' αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γεγονὼς ἔτη, ἄρξας δὲ ιεʹ. τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἐκφορηθὲν ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια, οὔτε τῆς ∆ομιτίας τῆς τοῦ τυράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλήν, οὔτε Νορβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδῶν ἀθρόως ὁ ∆ομετιανὸς ποιήσασθαι διέγνωκεν, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ' ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον, καὶ τοῦτον προσπεσόντα ∆ομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν. ἀναπηδήσαντος γοῦν ἐκείνου καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. προσημῆναι δὲ τῷ ∆ομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλά, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λάργικνον ἀστρολόγον τινά. τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ. τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ ∆ομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μέν, οὐ μὴν ἀποθανεῖν, τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειεν· κἀν τούτῳ, ἀναιρεθέντος τοῦ ∆ομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ' ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ' αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν ∆ομετιανὸν πάθος τοῖσδε 83 τοῖς ῥήμασι· καλῶς, ὦ Στέφανε, εὖ γε, ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. ἔπληξας, ἔτρωσας, ἀπέκτεινας. 45. Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον προσφιλεστάτους οἱ ὄντας ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ' οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. λέγεται δὲ Τραιανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν ἐπιθεῖναι στίχον· Τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. 46. Ὅτι ὁ Τραιανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίννιον, ἄνδρα μέγα μὲν παρ' αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίννιον ἀπῆλθεν ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικιννίου καλέσας ὑπ' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. ἐπεὶ δ' ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα· εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν. οὕτως